Ancient Greek
Book 4, Chapter 19
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.19.6
Not analysed yet
τοῦ δὲ ὑπάρχου χαλεπήναντος καὶ ἀνόητον εἶναι φήσαντος, ὁ θεῖος ἔφη Βασίλειος· ταύτην ἔχειν εἰς ἀεὶ τὴν ἄνοιαν εὔχομαι«. ἐπειδὴ δὲ ἐξελθεῖν προσετάχθη καὶ τὸ πρακτέον βουλεύσασθαι καὶ τῇ ὑστεραίᾳ δηλῶσαι τὴν γνώμην (συνῆπτο δὲ τοῖς λόγοις καὶ ἀπειλή), φάναι λέγεται ὁ πανεύφημος ἐκεῖνος ἀνήρ· »ἐγὼ μὲν ὁ αὐτός σοι καὶ αὔριον ἥξω· σὺ δὲ μὴ μεταβάλῃς τὴν γνώμην, ἀλλὰ χρῆσαι ταῖς ἀπειλαῖς«.