Ancient Greek
4.19.7 to 4.19.13
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.19.7-13
Not analysed yet
μετὰ τούσδε τοὺς λόγοις ὁ ὕπαρχος ὑπαντήσας τῷ βασιλεῖ ἀπήγγειλέ τε τὰ εἰρημένα καὶ τὴν τοῦ ἀνδρὸς ἀνεδίδαξεν ἀρετήν, καὶ τὸ τῆς ψυχῆς ἀνδρεῖον καὶ θαρραλέον ἐμήνυσε. καὶ τότε μὲν σιγήσας ὁ βασιλεὺς εἰσελήλυθεν. Ἐπειδὴ δὲ κατὰ τῆς οἰκίας εἶδεν θεηλάτους καταπεμφθείσας πληγὰς ὅ τε γὰρ υἱὸς αὐτοῦ ἀρρωστήσας παρ’ αὐτὰς ἢν τοῦ θανάτου τὰς πύλας καὶ τὴν γαμετὴν διάφορα ἐπολιόρκει παθήματα) καὶ τὴν αἰτίαν ἐπέγνω τῶν σκυθρωπῶν, τὸν θεῖον ἄνθρωπον, ὃν κολάσειν ἠπείλησεν, ἐλθεῖν εἰς τὴν οἰκίαν ἠντιβόλησεν. οἱ δὲ στρατηγοὶ τοῖς βασιλικοῖς διηκόνουν προστάγμασι τότε ὁ μέγας Βασίλειος καταλαβὼν τὰ βασίλεια καὶ τὸν τοῦ βασιλέως υἱὸν παρ’ αὐτὴν ὄντα τὴν τελευτὴν θεασάμενος, πρὸς τὴν ξωὴν τοῦτον ἀναστρέψειν ὑπέσχέτο, εἰ τοῦ παναγίου διὰ τῶν εὐσεβούντων ἀξιωθείη βαπτίσματος· καὶ ταῦτα εἰπὼν ἐξελήλυθεν. ὁ δὲ τῶν ὅρκων κατὰ τὸν ἀνόητον μεμνημένος Ἡρώδην τοῖς συμπαροῦσιν αὐτῷ ἐκ τῆς Ἀρείου συμμορίας βαπτίσαι τὸ παιδίον προσέταξε· τὸ δὲ παραυτίκα τοῦ βίου τὸ τέλος ἐδέξατο. Μεταμεληθεὶς δὲ βολῆς καὶ τὴν ἐπιβλαβῆ τῶν ὅρκων ἀλήθειαν λογιοάμενος, εἴς τε τὸν θεῖον νεὼν εἰσελήλυθε καὶ τῆς τοῦ μεγάλου Βασιλείου διδασκαλίας ἀπήλαυσε καὶ τῷ θυσιαστηρίῳ τὰ εἰωθότα προσενήνοχε δῶρα. καὶ εἴσω δὲ αὐτῶν τῶν παραπετασμάτων ἔνθα καθῆστο γενέσθαι κελεύσας, πολλοὺς πρὸς αὐτὸν περὶ τῶν θείων δογμάτων ἐποιήσατο λόγους καὶ δὴ καὶ λέγοντος ἤκουσεν. παρῆν δέ τις Δημοσθένης καλούμενος τῶν βασιλικῶν προμηθούμενος ὄψων, ὃς τῷ διδασκάλῳ τῆς οἰκουμένης ἐπιμεμψάμενος ἐβαρβάρισεν. ὁ δὲ θεῖος Βασίλειος μειδιάσας· »ἐθεασάμεθα«, ἔφη, »καὶ Δημοσθένην ἀγράμματον«. ἐπειδὴ δὲ ἐκεῖνος πλέον δυσχεράνας ἠπείλησε· »σόν ἐστιν«, ἔφη ὁ μέγας Βαοίλειος, »τῆς τῶν ζωμῶν καρυκείας φροντίζειν· δογμάτων γὰρ θείων ἐπαίειν οὐ δύνασαι, βεβυσμένας ἔχων τὰς ἀκοάς«. ταῦτα μὲν δὴ πρὸς τοῦτον ἔφη. ὁ δὲ βασιλεὺς οὕτως ἠγάσθη τὸν ἄνδρα ὡς καὶ χωρία τὰ κάλλιστα ὤ εἶχεν αὐτόθι τοῖς ὑπ’ αὐτοῦ φροντιζομένοις δωρήσασθαι πένησιν, οἳ τὸ σῶμα ἅπαν λελωβημένοι πλείονος ὅτι μάλιστα θεραπείας προσδέονται.