Ancient Greek
Book 4, Chapter 21
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.21.1
Not analysed yet
Ἐπειδὴ δὲ τοῖς ἀρχιερατικοῖς αὐτὸν ἐνίδρυσαν θώκοις, εὐθὺς ὁ τοῦ ἔθνους ἡγούμενος, τὸν Ἑλληνικὸν καὶ Ἰουσαϊκὸν ὅμιλον συναθροίσας, τοὺς τῆς ἐκκλησίας ἐκύκλωσε περιβόλους ἐξιέναι τῷ Πέτρῳ παρεγγυῶν καὶ γὰρ ἄκοντα ἐξελάσειν ἠπείλει. ἐποίει δὲ ταῦτα τῷ βασιλεῖ μὲν δῆθεν τὰ θυμήρη πραγματευόμενος καὶ τοὺς τἀναντία φρονοῦντας ἀναπιμπλὰς συμφορῶν, τῇ δέ γε ἀληθείᾳ τῆς δυσσεβοῦς ὀργῆς ἐμφορούμενος τῆς γὰρ τῶν εἰδώλων θεραπείας ἐξήρτητο,