Ancient Greek
4.21.2 to 4.21.3
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.21.2-3
Not analysed yet
καὶ λαμπροτάτην ὑπελάμβανεν ἑορτὴν τῆς ἐκκλησίας τὴν ζάλην. Πέτρος μὲν οὖν ὁ θαυμάσιος, τὸν ἀδόκητον θεασάμενος πόλεμον, λαθὼν ἐξελήλυθε καὶ σκάφους ἐπιβὰς εἰς τὴν Ῥώμην ἀπῆρεν. Ὀλίγων δὲ διελθουσῶν ἡμερῶν. Εὐζώϊος ἀπὸ Ἀντιοχείας Λούκίον κίον ἄγων ἀφίκετο καὶ τὰς ἐκκλησίας ἐκείνῳ παρέδωκεν, οὐ τῆς δυσσεβείας καὶ παρανομίας καὶ τὰ Σαμόσατα πεῖραν ἔλαβε. τὸ δὲ πλῆθος ταῖς Ἀθανασίου διδασκαλίαις ἐντεθραμμένον εἶτα ἐναντίαν τροφὴν θεασάμενον, τῶν ἐκκλησιαστικῶν ἱκών ἀπέστη συλλόγων.