Ancient Greek
Book 4, Chapter 21
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.21.4
Not analysed yet
ὁ δὲ Λούκιος, δορυφόροις κεχρημένος τοῖς τῶν εἰδώλων θεραπευταῖς τοὺς μὲν ᾐκίζετο, τοὺς δὲ καθεῖργε, τοὶ δὲ δραπετεύειν ἠνάγκαζεν ἄλλων δέ, βαρβάρων δίκην, ἐπόρθει τὰς οἰκίας. ἀλλὰ ταῦτα ἄμεινον ὁ ἀξιάγαστος Πέτρος ἐν ἐπιστολῇ διηγήσατο· ἐγὼ δὲ μίαν ἀνοσιουργίαν τοῦ Λουκίου διηγηοάμενος ἐκείνην ἐνθήσω τῇ συγγραφῇ τὴν ἐπιστολήν. Ανδρες ἐν Αἰγύπτῳ τὴν τῶν ἀγγέλων πολιτείαν ζηλώσαντες τοὺς μὲν πολιτικοὺς θορύβους ἀπέδρασαν, τὴν ἐν ἐρήμῳ δὲ προείλαντο βιοτὴν καὶ τὴν ψαμμώδη καὶ ἄκαρπον καρποφόρον ἀπέφηναν, καρπὸν τῷ θεῷ ἥδιστόν τε καὶ κάλλιστον φέροντες ἣν ἐνομοθέτησεν ἀρετήν.