Ancient Greek
4.22.11 to 4.22.12
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.22.11-12
Not analysed yet
ἅμα γὰρ ὁ παρὰ τῆς ὑμετέρας θεοσεβείας καὶ τῶν ἁπανταχοῦ ὀρθοδόξων ἔπι σκόπων πολλάκις ἀπαγορευθεὶς Λούκιος τῆς πρὸς αὐτὸν ἀπεχθῶς διακειμένης ἐπ’ εὐλόγοις ταῖς προφάσεσιν ἐπέστη πόλεως. οὐ γὰρ μόνον, ὡς ὁ δύσφημος ἐν Ψαλμοῖς ἄφρων, λέγει· οὐκ ἔστι θεὸς« ἀληθινὸς ὁ Χριστός, ἀλλὰ καὶ τοῖς ἐπιτηδεύμασι διεφθάρη καὶ διέφθειρε, χαίρων ἐπὶ ταῖς κατὰ τοῦ σωτῆρος πεμπομέναις βλασφη- μίαις παρατῶν τῇ κτίσει λατρευόντων παρὰ τὸν κτίσαντα«. πῶς γὰρ οὐχί; ὅπου γε παραπλήσιον Ἓλλησιν ἔχων τὸ φρόνημα πρόσ- φατον τολμᾷ ὁ ἀλιτήριος σέβειν θεόν.