Ancient Greek · ~3 min
Book 4, Chapter 22
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.22.13
Not analysed yet
ἐπ’ ὄψεσι γὰρ αὐτῶ τούτους τοὺς ἐπαίνους ἔπεμπον· »καλῶς ἦλθες, ἐπίσκοπε, υἱὸν μὴ λέγων· ὁ Σάραπίς σε φιλῶν εἰσήνεγκε«, τὸ πάτριον εἴδωλον ἑαυτῶν ὀνομά- ζοντες. Αὐτίκα ῥοπῆς οὐδεμιᾶς παρελθούσης ὁ προειρημένος Μάγνος, ὁ τῆς ἀσεβείας αὐτοῦ κοινωνὸς ἀδιαίρετος καὶ δορυφόρος πικρὸς καὶ σατράπης ὠμότατος, συναθροίσας καὶ τὰ ὑπὸ τὴν ἑαυτοῦ φροντίδα ἐπανακείμενα πλήθη, πρεσβυτέρους καὶ διακόνους τὸν ἀριθμὸν ἐν- νεακαίδεκα συλλαβόμενος, ὧν τινες τὸ ὀγδοηκοστὸν ὑπερβεβήκασιν ἔτος, ὡς ἁλόντας ἐπὶ μυσαρῷ τινι καὶ νόμῳ Ῥωμαίων ἐχθρῷ, δη- μόσιον ὁρίσας κριτήριον, κατηνάγκαζεν, οὐκ εἰδὼς τοὺς ὑπὲρ τῆς ἀρετῆς Χριστιανῶν νόμους, τὴν πατρῴαν παρὰ τῶν ἀποστόλων διὰ τούτῳ πατέρων ἀποδοθεῖσαν ἡμῖν προδιδόναι πίστιν, ἡδόμενον ἐπὶ τούτῳ καὶ τὸν φιλανθρωπότατον Αὔγουστον Οὐάλεντα διισχῖρι- ζόμενος· »πείσθητε, τάλανες«, λέγων μεγάλῃ τῇ φωνῇ, «τῷ τῶν Ἀρει- ανῶν φρονήματι πείσθητε·