Ancient Greek
Book 4, Chapter 24
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.24.4
Not analysed yet
μόνοις δὲ πολέμιος ἢν τοῖς τὴν ἀποστολικὴν διδασκαλίαν πρεσβεύουσι. πρῶτον μὲν γὰρ αὐτοὺς τῶν ἱερῶν ἐξήλασεν οἴκων· αὐτοῖς γὰρ Ἰοβιανὸς ὁ πανεύφημος ἐδεδώκει καὶ τὴν νεόδμητον ἐκκλησίαν. ἐπειδὴ δὲ παρὰ τὴν τοῦ ὄρους συνιόντες κρηπῖδα ὕμνοις τε τὸν δεσπότην ἐγέραιρον καὶ τῶν θείων λογίων άπήλαυον, ,τῶν ἐναντίων τοῦ ἀέρος ἀνεχόμενοι προσβολῶν γαῖ ποτὲ μὲν ὑετοῦ καὶ νιφετοῦ καὶ κρυμοῦ, ποτὲ δὲ σφοδροτάτου φλογμοῦ, οὐδὲ τῆς ἐπιπόνου ταύτης ὠφελείας αὐτοὺς μεταλαχεῖν συνεχώρησεν, ἀλλ’ ἀποστείλας στρατιώτας ἐσκέδασεν.