Ancient Greek · ~2 min
4.25.1 to 4.25.2
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.25.1-2
Not analysed yet
Ἀλλὰ Φλαβιανὸς καὶ Διόδωρος, καθάπερ τινὲς πρόβολοι, τὰ προσβάλλοντα βάλλοντα διέλυον κύματα. Μελετίου γὰρ τοῦ σφετέρου ποιμένος ἑκὰς διάγειν ἠναγκασμένου, οὔτοι τῆς ποίμνης ἐπεμελοῦντο, τοῖς μὲν λύκοις ἀντιτάττοντες τὴν οἰκείαν ἀνδρείαν τε καὶ σοφίαν, τοῖς δὲ προβάτοις προσφέροντες τὴν ἁρμόττουσαν θεραπείαν. ἐκ δὴ οὑν τῆς ὑπωρείας ἐξελαθέντες παρὰ τὰς ὄχθας τοῦ γείτονος ποταμοῦ τὰ πρόβατα ἔνεμον. οὐ γὰρ ἠνέσχοντο κατὰ τοὺς ἐν Βαβυλῶνι δορυαλώτους »κρεμάσαι τὰ ὄργανα«, ἀλλ’ ὕμνουν τὸν ποιητήν τε καὶ εὐεργέτην »ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ‘.