Ancient Greek
Book 4, Chapter 25
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.25.3
Not analysed yet
ἀλλ’ οὐδὲ τὴν ἐν τῷδε τώ χωρίῳ σύνοδον ἤνεγκε τῶν εὐσεβῶν ὁ μόνων τῶν τὸν δεσπότην Χριστὸν θεολογούντων πολέμιος. πάλιν δὴ οὑν τῶν θαυμασίων ἐκείνων ὑποποιμένων ἡ ξυνωρίς, εἰς τὸ πολεμικὸν γυμνάσιον τὰ θεῖα πρόβατα συναγείρουσα, τὴν πνευματικὴν ἐπεδείκνυ πόαν. καὶ Διό- δωρος μὲν ὁ σοφώτατός τε καὶ ἀνδρειότατος, οἶά τις ποταμὸς διειδής τε καὶ μέγας, τοῖς μὲν οἰκείοις τὴν ἀρδείαν προσέφερε, τὰς δὲ τῶν ἐναντίων βλασφημίας ἐπέκλυζε.