Ancient Greek
4.25.5 to 4.25.6
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.25.5-6
Not analysed yet
καὶ οἱ μὲν ἔτεινον κατὰ τῆς Ἀρείου βλασξημάς τὰ τόξα, οὗτος δὲ καθάπερ ἔκ τινος ὁπλοθήκης, ἐκ τῆς διανοίας τὰ βέλη προσέφερεν· οἴκοι μέντοι καὶ δημοσίᾳ διαλεγόμενος, τῶν αἱρετικῶν τὰς ἄρκυς ῥᾳδίως διέσπα καὶ ἀράχνια ἐδείκνυ τὰ ἐκείνων προβλήματα. Συνηγωνίζετο δὲ τούτοις καὶ ’Αφραάτης ἐκεῖνος, οὑ τὴν πολι- κς] τείαν ἐν τῇ Φιλοθέῳ συνεγράψαμεν Ἱστορίᾳ. τὴν γὰρ τῶν προβάτων σωτηρίαν προτιμήοας τῆς ἡσυχίας, τὴν ἀσκητικὴν καταλιμπάνων κα- λύβην τῶν ποιμενικῶν ἱδρώτων ἠνείχετο. ὁπόσον μὲν οὑν οὕτος ἀρετῆς συνέλεξε πλοῦτον, περιττὸν ἡγοῦμαι νῦν λέγειν, ἐν ἑτέρᾳ πραγματείᾳ ταῦτα συγγεγραφώς· ἓν δὲ μόνον τῶν ἐκείνου διηγήσομαι μάλα προσῆκον τῇδε τῇ ἱστορίᾳ.