Ancient Greek
4.26.1 to 4.26.2
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.26.1-2
Not analysed yet
Βορρᾶθεν μὲν Ὀρόντης ὁ ποταμὸς παραρρεῖ τὰ βασίλεια, ἐκ δὲ μεσημβρίας στοὰ μεγίστη διόροφος τῷ τῆς πόλεως ἐπῳκοδόμηται περιβόλῳ, πύργους ὑψηλοὺς ἑκατέρωθεν ἔχουσα. μεταξὺ δὲ τῶν τε βασιλείων καὶ τοῦ ποταμοῦ λεωφόρος ἐστὶν ὑποδεχομένη τοὺς ἐκ τῶν τῇδε πυλῶν ἐκ τοῦ ἄστεως ἐξιόντας καὶ εἰς τοὺς προαστείους ἀγροὺς παραπέμπουσα. διὰ ταύτης Ἀφραάτης παριὼν ὁ θεσπέσιος εἰς τὸ πολεμικὸν ἀπῄει γυμνάσιον, τῶν θείων προβάτων τὴν προσήκουσαν ποιησόμενος θεραπείαν.