Ancient Greek · ~2 min
Book 4, Chapter 26
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.26.3
Not analysed yet
τοῦτον ἄνωθεν ἐκ τῆς βασιλείου στοᾶς διακύπτων ὁ βασιλεὺς εἶδε σισύραν τε ἀναβεβλημένον καὶ ἐν γήρᾳ βαθεῖ συντόνως βαδίξοντα· καί τινος εἰρηκότος ὡς Ἀφραάτης οὗτος, οὗ τὸ τῆς πόλεως ἐξήρτηται πλῆθος ἔφη πρὸς αὐτόν· »που σὺ βαδίζεις, εἰπέ«. ὁ δὲ σοφώς ἅμα καὶ προσφόρως· »ὑπὲρ τῆς σῆς«, ἔφη, ἔφη, »προσευξόμενος βασιλείας‘. ἀλλ’ οἴκοι σε μένειν ἐχρῆν‘, ὁ βα- σιλεὺς ἔφη, καὶ ἔνδον κατὰ τὸν μοναχικὸν προσεύχεσθαι νόμον‘.