Ancient Greek · ~2 min
Book 4, Chapter 26
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.26.5
Not analysed yet
ἔφη, ὦ βασιλεῦ, εἰ κόρη τις ἐτύγχανον ἔνδον ἐν θαλάμω καθημένη καὶ ταλασίας ἐπιμελουμένη, εἶτα ἐθεασάμην ἐμπεσοῦσαν φλόγα καὶ τὴν πατρῴαν οἰκίαν νεμομένην, τί με δρᾶσαι προσῆκεν εἰπέ μοι; ἔν- δὸν καθῆσθαι καὶ τὴν οἰκίαν ἐμπιπραμένην περιορᾶν καὶ τῆς φλογὸς προσμένειν τὴν ἐμβολήν, ἧ τῷ θαλάμῳ χαίρειν εἰποῦσαν διαθέειν ἄνω καὶ κάτω καὶ ὑδροφορεῖν καὶ σβεννύναι τὴν φλόγα; δῆλον ὅτι τοῦτο ἐρεῖς· τοῦτο γὰρ κόρης ἀγχίνου τε καὶ φρενήρους.