Ancient Greek · ~4 min
4.26.6 to 4.26.9
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.26.6-9
Not analysed yet
τοῦτο δρῶ νῦν, ὢ βασιλεῦ. σοῦ γὰρ εἰς τὴν πατρῴαν ἡμῶν οἰκίαν ἐμβαλόντος τὴν φλόγα, περιθέομεν κατασβέσαι ταύτην πειρώμενοί. ταῦτα ὁ μὲν εἶπεν, ὁ δὲ σιγήσας ἠπείλησεν. εἷς δὲ τῶν περὶ τὸν βασιλικὸν κοιτῶνα, θρασύτερον ἀπειλήοας τῷ θείῳ ἀνδρί, τοιόνδε τι πέπονθε. Τοῦ βαλανείου πεπιστευμένος τὴν ἐπιμέλειαν, εὐθὺς μετὰ τούσδε τοὺς λόγους κατῆλθε τοῦτο εὐτρεπίσων τῷ βασιλεῖ· εἴοω δὲ γενόμενος καὶ τὰς φρένας πληγεὶς εἰς τὸ θερμότατον ὕδωρ τὸ ἄκρατον κατελήλυθέ τε καὶ τετελεύτηκεν. καθῆστο δὲ ὁ βασιλεὺς προσμένων ἐκεῖνον ὥστε οἱ μηνῦσαι τὴν εἴσοδον. ἐπειδὴ δὲ πολὺς ἀνηλώθη καιρός, ἀπέστειλεν ἑτέρους ὁ βασιλεὺς τῆς μελλήσεως τὴν αἰτίαν μηνύσοντας. οἱ δὲ εἴσω γενόμενοι καὶ πάντα περισκοπήσαντες εὗρον ἐκεῖνον ἐν τῷ ἀκράτῳ τεθνεῶτα καὶ διαλυθέντα θερμῷ. καὶ τούτου δήλου γενομένου τῷ βασιλεῖ, ἔγνωσαν μὲν τῆς Αφραάτου προσευχῆς τὴν ἰσχύν, τῶν δογμάτων δὲ τῶν δυσσεβῶν οὐκ ἐξέστησαν, ἀλλ’ ἐσκλήρυναν κατὰ τὸν Φαραὼ τὴν καρδίαν αὐτῶν· καὶ τὴν τοῦ ἵππου δὲ θαυμακατὰ μεμαθηκώς, ὁ ἐμβρόντητος μεμένηκε κατὰ τῆς εὐσεβείας λυττῶν.