Ancient Greek · ~3 min
Book 4, Chapter 34
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.34
Not analysed yet
Φᾶσί δὲ καὶ Ἰσαάκην σκηνὴν αὐτόθι μοναχικὴν ἔχοντα, ἐπειδὴ εἶδεν αὐτὸν συνεξιόντα τῇ στρατιᾷ, βοῇ χρησάμενον φάναι· »ποῖ βαδίζεις, ὢ βασιλεῦ, κατὰ θεοῦ στρατευόμενος καὶ τοῦτον οὐκ ἔχων ἐπίκουρον; αὐτὸς γὰρ κατὰ σοῦ τοὺς βαρβάρους κεκίνηκεν, ἐπειδὴ καὶ σὺ κατ’ αὐτοῦ πολλὰς γλώττας εἰς βλασφημίαν παρέθηξας καὶ τοὺς ἐκεῖνον ὑμνοῦντας τῶν θείων οἴκων ἐξήλασας. παῦσαι δὴ οὑν πολεμῶν καὶ παύσει τὸν πόλεμον. ἀπόδος ταῖς ποίμναις τοὺς ἀρίστους νομέας καὶ λήψῃ τὴν νίκην ἀπονητί. εἰ δὲ τούτων μηδὲν δεδρακὼς παρατάξαιο, μαθήσῃ τῇ πείρᾳ ὅπως σκληρὸν τὸ πρὸς κέντρα λακτίξεῖν· οὔτε γὰρ ἐπανήξεις καὶ προσαπολέσεις τὴν στρατιάν«. όργισθεὶς δὲ ὁ βασιλεύς· »καὶ ἐπανήξω«, ἔφη, καὶ κατακτενῶ σε καὶ τῆς ψευδοῦς προαγορεύσεως εἰσπράξομαι δίκας«. ὁ δὲ ἥκιστα δείσας ἀπειλὴν ἔφη βοῶν· »κτεῖνον, εἰ φωραθείη τῶν λόγων τὸ ψεῦδος«.