Ancient Greek
Book 4, Chapter 35
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.35.1
Not analysed yet
Καὶ Βετρανίων δέ, παντοδαπῇ μὲν λαμπρυνόμενος ἀρετῇ πάσης δὲ τῆς Σκυθίας τὰς πόλεις ἀρχιερατικῶς ἰθύνειν πεπιστευμένος, ἐπύρσευσέ τε τῷ ζήλῳ τὸ φρόνημα καὶ τὴν τῶν δογμάτων διαφθορὰν καὶ τὰς κατὰ τῶν ἁγίων παρανομίας τοῦ Βάλεντος ἤλεγξε, καὶ μετὰ τοῦ θειοτάτου Δαβὶδ ἐβόα· »ἐλάλουν ἐν τοῖς μαρτυρίοις ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην«.