Ancient Greek
Book 4, ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ ΤΗΣ ΘΕΟΔΩΡΗΤΟΥ ΕΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.4
Not analysed yet
εἶτα πάντων αὐτῷ τὰ βασιλκὰ προσενηνοχότων προσρήματα καὶ Αὕγουστον προσαφορευσάντων καὶ Καίσαρα, τῇ συνήθει παρρησίᾳ χρησάμενος ὁ ἀξιάγαστος ἐκεῖνος ἀνήρ, καὶ μήτε τοὺς ἄρχοντας δείσας μήτε τῶν στρατιωτῶν τὴν ἐπὶ τὰ χείρω μεταβολήν· »οὐ δύναμαι«, ἔφη, »Χριστιανὸς ὢν τῶν τοιούτων ἄρχειν οὐδὲ τῆς Ἰουλιανοῦ στρατιᾶς βασιλεύειν πονηρὰ παιδευθείσης ὁ μαθήματα· οἱ γὰρ τοιοῦτοι, τῆς θείας προμηθείας γεγυμνωμένοι εὐάλωτοί τέ εἰσιν καὶ λίαν εὐεπιχείρητοι, καὶ ἐπίχαρτοι τοῖς πολεμίοις γενήσονται«.