Ancient Greek
4.5 to 4.6
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.5-6
Not analysed yet
τούτων ἀκούσαντες τῶν λόγων οἱ στρατιῶται κοινὴν ἀφῆκαν φωνήν· ’μὴ ἐνδοιάσῃς, ὢ βασιλεῦ, μηδὲ τὴν ἡμετέραν ὡς πονηρὰν φύγῃς ἡγεμονίαν· Χριστιανῶν γὰρ βασιλεύσεις καὶ μαθήμασιν εὐσεβέσι συντεθραμμένων. οἱ μὲν γὰρ ἐν ἡμῖν γεραίτεροι καὶ τῆς Κωνσταντίνου διδασκαλίας ἀπήλαυσαν, οἱ δὲ μετ’ ἐκείνους τῶν Κωνσταντίου μετέλαχον παιδευμάτων· τούτου δὲ τοῦ τεθνεῶτος ὀλίγος τῆς ἡγεμονίας ὁ χρόνος καὶ οὐχ ἱκανὸς οὐδὲ τοῖς ἐξηπατημένοις; ἐνιδρῦσαι τὴν λώβην«.