Ancient Greek
4.9.7 to 4.9.9
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.9.7-9
Not analysed yet
φανερωθέντος γὰρ τούτου, φανερῶς δυνησόμεθα τὴν ἁγίαν τριάδα ὁμολογεῖν ὁμοούσιον, κατὰ τὴν πάλαι ἐκτεθεῖσαν πίστιν τὴν ἐν Νικαίᾳ, ἣν καὶ οἱ πατέρες ἐβεβαίωσαν. κηρυττομένης οὐν τῆς πίστεως ταύτης, δυνησόμεθα τοῦ ἀλιτηρίου δαίμονος ἐκφυγεῖν τὰς μεθοδίας· σβεσθέντος γὰρ τούτου, θυνησόμεθα εἰρηνικοῖς γράμμασιν ἑαυτοὺς προσκυνεῖν ἐν εἰρήνῃ διάγοντες. ἐγράψαμεν οὑν ὑμῖν, ἵνα εἰδέναι ἔχητε τοὺς καθαιρεθέντας ᾿Αρειομανίτας, τοὺς μὴ ὁμολογοῦν- >τας ἐκ τῆς οὐσίας τοῦ πατρὸς τὸν υἱὸ. ν μήτε τὸ ἅγιον πνεῦμα, >τὰ ὀνόματα ὑπετάξαμεν · Πολυχρόνιος, Τηλέμαχος, Φαῦστος, ᾿Ασκλη- >πιάδης, Ἀμάντιος, Κλεόπατρος. καὶ ταῦτα μὲν οὕτως εἰς >πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων, >ἀμήν. ἐρρῶσθαι ὑμᾶς εὐχόμεθα τῷ πατρὶ καὶ τῷ υἱῷ σωτῆρι Χριστῷ, σὺν ἁγίῳ πνεύματι, πολλαῖς ἐτῶν περιόδοις. «