Ancient Greek · ~3 min
4.10.1 to 4.10.3
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.10.1-3
Not analysed yet
Ὁ μὲν δὴ πανεύφημος βασιλεὺς τοσαύτην τῶν ἀποστολικῶν δογμάτων ἐποιεῖτο φροντίδα. Αὐδαῖος δέ τις, Σύρος καὶ τὸ γένος καὶ τὴν φωνήν, καινῶν εὑρετὴς δογμάτων κατ’ ἐκεῖνον ἐγένετο τὸν καιρόν, πάλαι μὲν τῶν πονηρῶν ὠδίνων ἀρξάμενος, τότε δὲ δῆλος γενόμενος. πρῶτον μὲν γὰρ ἀνοήτως νενοηκὼς τὸ »ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν«, ἀνθρωπείαν ἔχειν μορφὴν τὸ θεῖον ὑπέλαβε, καὶ τὰ τοῦ σώματος περικεῖσθαι ἐτόπασε μόρια, τῆς θείας γραφῆς οὐ κατιδὼν τὴν διάνοιαν. πολλάκις γὰρ ταῖς θείαις ἐνεργείαις τὰ τῶν ἀνθρωπίνων μορίων ὀνόματα περιτίθησιν, ἐπειδὴ ῥᾷον οἱ τῶν λεπτοτέρων ἐπαίειν οὐ δυνάμενοι διὰ τούτων τοῦ θεοῦ τὴν προμήθειαν μανθάνουσι. προστέθεικε δὲ τῇδε τῇ δυσσεβείᾳ καὶ ἕτερα παραπλήσια. ἐκ γὰρ τῆς τοῦ Μανέντος πλάνης ἐρανισάμενος, οὔτε τοῦ πυρὸς οὔτε τοῦ σκότους ἔφη εἶναι δημιουργὸν τὸν τῶν ὅλων θεόν.