Ancient Greek
Book 5, Chapter 23
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.23.11
Not analysed yet
ταύταις εἴξαντες ταῖς παραινέσεσιν οἱ τῆς Ἐσπέρας ἐπίσκοποι καταλύσειν ὑπέσχοντο τὴν δυσμένειαν καὶ τοὺς πεμφθησομένους δέξασθαι πρεσβευτάς, δέζασθαι πρισευτάς. Τοῦτο μαθὼν ὁ θεῖος Φλαβιανὸς ἀπέστειλεν εἰς τὴν Ῥώμην καὶ τῶν ἀξιεπαίνων ἐπισκόπων τινὰς καὶ τῶν Ἀντιοχείας πρεσβυτέρων καὶ διακόνων· ἠγεῖτο δὲ πάντων Ἀκάκιος, ὁ Βεροίας μὲν τῆς ἐν Συρίᾳ πόλεως τὴν ἐκκλησίαν ποιμαίνειν λαχών πανταχοῦ δὲ γῆς καὶ θαλάττης ᾀδόμενος.