Ancient Greek
Book 5, Chapter 23
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.23.12
Not analysed yet
οὗτος σὺν τοῖς ἄλλοις ἀφικόμενος εἰς τὴν Ῥώμην, τὴν μακρὰν καταλύσας δυσμένειαν δι’ ἑπτακαίδεκα ἐτῶν ταῖς ἐκκλησίαις ἐπρυτάνευσε τὴν εἰρήνην. τοῦτο δὲ γνόντες οἱ Αἰγύπτιοι τὴν ἀπέχθειαν σβέσαντες ἠσπάσαντο τὴν ὁμόνοιαν. ἡγεῖτο δὲ τηνικαῦτα τῆς μὲν Ῥωμαίων ἐκκλησίας Ἰννοκέντιος, διαδεξάμενος Ἀναστάσιον ἀνὴρ ἀγχινοίᾳ καὶ συνέσει κοσμούμενος· τῆς δὲ Ἀλεξανδρέων Θεόφιλος, οἱ· καὶ πρόσθεν ἐμνήσθην.