Ancient Greek
5.34.11 to 5.34.12
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.34.11-12
Not analysed yet
καὶ τελευτήσαντος δὲ τοῦ μεγάλου διδασκάλου τῆς οἰκουμένης, οὐ πρότερον οἱ ἦς Ἑσπέρας ἐπίσκοποι τῶν ἐν Αἰγύπτῳ καὶ τῇ Ἑῴᾳ καὶ τῶν ἐν τῷ Βοσπόρῳ καὶ τῇ Θρᾴκῃ τὴν κοινωνίαν ἠσπάσαντο ἕως ἐκείνου τοῦ θεσπεσίου ἀνδρὸς τοὔνομα τοῖς τεθνεῶσιν ἐπισκόποις συνέταξαν. καὶ Ἀρσόκιον μέν, ὃς μετ’ ἐκεῖνον ἐγένετο, προσρήσεως οὐκ ἠξίωσαν· Ἀττικὸν δὲ τὸν Ἀρσακίου διάδοχον πολλάκις μὲν πρεσβευσάμενον, πολλάκις δὲ τῆς εἰρήνης τυχεῖν ἀξιώσαντα, χρόνῳ ὕστερον ἐδέξαντο τὴν προσηγορίαν ἐγγράψαντα.