Ancient Greek
Book 5, Chapter 34
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.34.10
Not analysed yet
ἔδοσαν μέντοι καὶ δίκας τῶν ἠδικηκότων οἱ πλεῖστοι καὶ τοῖς ἄλλοις δι’ ὢν ἔπαθον τὴν ὠφέλειαν προσήνεγκαν. Ταύτην ἐβδελύξαντο διαφερόντως τὴν ἀδικίαν οἱ τῆς Εὐρώπης ἐπίσκοποι· τῆς γὰρ τῶν δεδρακότων σφὰς αὐτοὺς ἀπέκριναν κοινωνίας. καὶ Ἰλλύριοι δὲ πάντες τῆς μερίδος ἐκείνης ἐγένοντο τῶν δὲ πρὸς ἥλιον ἀνίσχοντα πόλεων οἱ πλεῖστοι ἔφυγον μὲν τῆς ἀδικίας τὴν κοινωνίαν, τὸ δὲ τῆς ἐκκλησίας οὐκ ἐμέρισαν σῶμα.