Ancient Greek
Book 5, Chapter 34
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.34.8
Not analysed yet
κἀκεῖθεν δὲ ἐξαγαγόντες εἰς Πιτυοῦντα μετῴκισαν· τέρμα δὲ τοῦτο καὶ τοῦ Πόντου καὶ τῆς Ῥωμαίων ἡγεμονίας, τοῖς ὠμοτάτοις γειτονεῦον βαρβάροις. ἀλλ’ ὁ φιλάνθρωπος οὐκ εἴασε δεσπότης εἰς ἐκεῖνο τὸ νησύδριον ἀπαχθῆναι τὸν καλλίνικον ἀθλητήν· εἰς γὰρ τὰ Κόμανα παραγενόμενον εἰς τὸν ἀγήρω καὶ ἄλυπον μετέθηκε βίον.