Ancient Greek
Book 5, Chapter 34
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.34.9
Not analysed yet
τὸ δέ γε καλῶς ἀγωνισάμενον σῶμα παρὰ τὴν θήκην ἀπετέθη Βασιλίσκου τοῦ μάρτυρος, τοῦτο δι’ ὀνείρατος προστεταχότος τοῦ μάρτυρος. Ὁπόσοι μὲν οὑν τῶν ἐπισκόπων δι’ ἐκεῖνον τῶν ἐκκλησιῶν ἐξηλάθησαν καὶ αὐτὰς ᾤκησαν τὰς τῆς οἰκουμένης ἐσχατιάς, ὁπόσοι δὲ καὶ τῶν τὴν ἀσκητικὴν φιλοσοφίαν ἠγαπηκότων τοῖς ἴσοις παθήμασι περιέπεσον, περιττὸν οἶμαι διηγεῖσθαι καὶ μηκύνειν τὴν συγγραφήν, ἄλλως τε καὶ χρῆναι νομίζω συστέλλειν τὰ σκυθρωπὰ καὶ τῶν δεδρακότων ὁμοπίστων ὄντων συγκαλύπτειν τὰ πλημμελήματα.