Ancient Greek
5.39.23 to 5.39.26
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.39.23-26
Not analysed yet
ἐπειδὴ δὲ ἑώρα παίγνιον τὴν τιμωρίαν ὑπολαμβάνοντα, ἕτερον αὖ πάλιν κάλαμον ὀξύνας ἐνέβαλε τῷ παιδογόνῳ μορίῳ καὶ τοῦτον συνεχῶς ἐξαίρων τε καὶ ἐνείρων ἀρρήτους τινὰς ἀλγηδόνας εἰργάζετο. μετὰ τήνδε τὴν τιμωρίαν ὁ δυσσεβὴς καὶ θηριώδης ῥάβδον παχεῖαν ὄξους πάντοθεν ἔχουσαν εἰσωθῆανι διὰ τῆς ἕδρας ἐκέλευσεν. οὕτω τὸ πνεῦμα παρέδωκεν ὁ γενναῖος ἀγωνιστής. καὶ ἄλλα δὲ μυρία τοιαῦτα παρ’ ἐκείνων ἐτολμήθη τῶν δυσσεβῶν. Οὐ χρὴ δὲ θαυμάζειν ὅτι τῆς ἐκείνων θηριωδίας καὶ δυσσεβείσς ἀνέχεται τῶν ὅλων ὁ πρύτανις. καὶ γὰρ πρὸ τῆς κωνσταντίνου τοῦ μεγάλου βασιλείας ὅσοι ῾Ρωμαίων ἐγένοντο βασιλεῖς κατὰ τῶν δισσωτῶν τῆς ἀληθείας ἐλύττησαν. Διοκλητιανος δὲ ἐν τῇ τοῦ σωτηρίου πάθους ἡμέρᾳ τὰς ἐν ἁπάσῃ τῇ ῾Ρωμαίων ἡγεμονίᾳ κατέλυσεν ἐκλκησίας· ἀλλ’ ἐννέα διεληλυθότων ἐτῶν αὐταὶ μὲν ἤνθησαν καὶ πολλαπλάσιον ἐδέξαντο μέγεθός τε καὶ κάλλος, έκεῖνος δὲ μετὰ τῆς δυσσεβείας ἀπέσηβη. καὶ τοὺς πολέμους δὲ τούτους· προείρηκεν ὁ δεεπότης καὶ τὸ τῆς ἐκκλησίας ἀήττητον. καὶ αὐτὰ δὲ ἡμᾶς διδάσκει τὰ πράγματα ὡς πλείονα ἡμῖν τῆς εἰρήνης ὁ πόλεμος πορίζει τὴν ὠφέλειαν· ἡ μὲν γὰρ ἁβροὺς ἡμᾶς καὶ ἀνειμένους καὶ δειλοὺς ἀπεργάζεται, ὁ δὲ πόλεμος τά τε φρονήματα παραθήγει καὶ τῶν παρόντων ὡς ῥεόντων πσρασκευάζει καταφρονεῖν. ἀλλὰ ταῦτα μὲν καὶ ἐν ἑτέραις πραγματείαις πολλάκις εἰρήκαμεν.