Ancient Greek · ~7 min
Book 5, Chapter 40
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.40
Not analysed yet
Κατ’ ἐκεῖνον δὲ τὸν χρόνον καθ’ ὃν ὁ θεῖος Θεόδοτος τὴν ᾿Αντιοχέων ἴθυνεν ἐκκλησίαν, Θείδωρος ὁ Μοψουεστίος μὲν ἐπίσκοπος, πάσης δὲ ἐκκλησίας διδάσκαλος κατὰ πάσης φάλαγγος αἱρετικῆς ἀριστεύσας, τοῦ βίου τὸ τέλος ἐδέξατο. οὕτος τῆς μὲν Διοδώρου τοῦ πάνυ διδασκαλίας ἀπήλαυσεν, Ἰωάννου δὲ τοῦ θειοτάτου γεγένηται κοινωνός τε καὶ συνεργός· κοινῇ γὰρ τῶν πνευματικῶν Διοδώρου ναμάτων ἀπήλαυον. ἒξ δὲ καὶ τριάκοντα ἐν τῇ προεδρίᾳ διετέλεσεν ἔτη, κατὰ τῆς Ἀρείου καὶ Εὐνομίου παραταττόμενος φάλαγγος καὶ τὸν λῃστρικὸν ᾿Απολιναρίου καταγωνιζόμενος λόχον καὶ τὴν ἀρίστην πόαν τοῖς θείοις προβάτοις προσφέρων. καὶ ὁ τούτου δὲ ἀδελφὸς Πολυχρόνιος τὴν Ἀπαμέων ἐκκλησίαν ἐποίμαινεν ἄριστα, καὶ τῇ τοῦ λόγου χάριτι καὶ τῇ τοῦ βίου λαμπρότητι χρώμενος. ᾿Εγὼ δὲ τῆς συγγραφῆς ἐνταῦθα παυσάμενος, τοὺς ἐντευξομένους ἀντιβολῶ προσευχαῖς τὸν πόνον ἀμείψασθαι. πέντε μέντοι καὶ ἑκατὸν ἐτῶν ἥδε ἡ ἱστορία περιέχει χρόνον, ἀρξαμένη μὲν ἀπὸ τῆς Ἀρείου λύττης, δεξαμένη δὲ πέρας τῶν ἀξιεπαίνων ἀνδρῶν Θεοδώρου καὶ Θεοδότου τὴν τελευτήν. Καταλέξω δὲ κατὰ τάξιν καὶ τοὺς μετὰ τὸν διωγμὸν τῶν μεγάλων ὴγεμονεὑσαντας πόλεων. ῾Ρώμης· Μιλτιάδης, Σίλβεστρος, Ἰούλιος, Λιβέριος, Δάμασος, Σερίκιος, Ἀναστάσιος, Ἱννοκέντιος, Βονιφάτιος, Ζώσιμος, Κελεστῖνος. Ἀντιοχείας· Βιτάλοις, Φιλογόνιος, Εὐστάθιος· οὗτοι ὀρθόδοξοι. μετὰ τούτοις αἱρετικοὶ δῆθεν κοινωνικοί· Εύλάλιος, Εύφρόνοις, Φλάκιτος, Στέφανος, Λεόντιος, Εὐδόξιος. εἶτα ὀρθόδοξοι· Μελέτιος, Φλαβιανός, Πορφύριος, Ἀλέξανδρος, Θεόδοτος· καὶ συνήφθησαν τοότοις Παυλῖνος, Εὐάγριος. Ἀλεξανδρείας· Ἀχιλλᾶς Ἀλέξανδρος, Ἀθανάσιος, εἶτα Γρηγόριος αἱρετικός, εἶτα πάλιν Ἀθανάσιος, Γεώργιος αἱρετικός, εἶτα πάλιν Ἀθανάσιος, μετὰ τοῦτον Πέτρος, εἶτα Λούκιος αἱρετικός, εἶτα πά,ι,, ὁ αὐτὸς Πέτρος, Τιμόθεος, Θεόφιλος, Κύριλλος. Ἰεροσολύμων· Μακάριος, Μάξιμος, Κύριλλος, ᾿ιωάννης, Πραϋλοις, ᾿ιουβεηάλιος. Κωνστατινουπόλεως· Ἀλέξανδρος, εἶτα Εὐσέιος ὁ ἐκ Νικομηδείας ἐκ μεταθέσεως, αἱρετικός, μετὰ τοῦτον Παῦλος ὀρθόδοξός τε καὶ μάρτυς, μετὰ τοῦτον Μακεδόνοις αἱρεσιάρχης πνευματομάχος· τοῦτον παρωσάμενος Εὐδόξοις ὁ δυσσεβὴς κατέσχε τὴν ἐκκλησίαν· μετὰ τοῦτον Δημόφιλος ὁ Βερόης τῆς Θρᾀκης ἑαυτὸν ἐκεῖ μετέθηκεν· εἶτα Γρηγόριος ὁ Ναζιανζοῦ γενόμενος ὕστερον, μετὰ τοῦτον Νεκτάριος, Ἰωάννης, ᾿Αρσάκιος, Ἀττικός, Σισίννιος.