Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, πρόλογος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 1-2
Not analysed yet
εἰ πᾶσι ῥᾴδιον ἦν τὰ τῶν θείων προφητῶν ἀναπτύσσειν θεσπίσματα καὶ τοῦ μὲν γράμματος ὑπερβαίνειν τὴν ἐπιφάνειαν, εἰς δὲ τὸ βάθος καταδύειν καὶ τὸν ἐκεῖ κρυπτόμενον τοῦ νοήματος μαργαρίτην θηρεύειν, ἴσως ἂν εἰκότως ἐνομίσθη παρέλκον ἀνάγραπτον τούτων ποιεῖσθαι τὴν ἑρμηνείαν, πάντων εὐπετῶς παρ’ αὐτὴν τὴν ἀνάγνωσιν τῆς προφητικῆς διανοίας ἐφικνουμένων· ἐπειδὴ δέ, μίαν μὲν ἅπαντες φύσιν ἐλάχομεν οὐκ ἴσην πάντες . (ἑκάστῳ γὰρ δίδοται, φησὶν ὁ ἀπόστολος ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον, καὶ ἄλλῳ μὲν διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι ,καὶ τὰ ἑξῆς δὲ ὡσαύτως κατὰ διαίρεσιν ἅπαντα διανέμεται) οὐδὲν ἀπεικὸς οἶμαι ποιεῖν, εἰ τοῖς ἀγνοοῦσι τὰ θεῖα τούτων συγγράμματα ἔγγραφον παραδοίην διδασκαλίαν· παιδόθεν μὲν αὐτοῖς ἐντραφείς, παρὰ πολλῶν δὲ συγγραφέων εὐσεβῶν σμικράν τινα γνῶσιν ἐρανισάμενος.