Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 1.1
Not analysed yet
ναβουχοδονόσορ ὁ βασιλεὺς πᾶσι τοῖς λαοῖς, φυλαῖς γλώσσαις, τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ, εἰρήνη ὑμῖν πληθυνθείη. προὔργου νομίζω, πρότερον τὴν ὑπόθεσιν τῆσδε τῆς ἐπιστολῆς καὶ τὴν αἰτίαν διεξελθεῖν, εἶθ’ οὕτως τὴν ἑρμηνείαν ποιήσασθαι. ὁ ναβουχοδονόσορ τῆς ἀσίας ἁπάσης κεκρατηκὼς καὶ τὴν αἴγυπτον δὲ ὑφ’ ἑαυτὸν ποιησάμενος, καὶ αἰθίοπας τοὺς πρὸς αἴγυπτον χειρωσάμενος ὠμῶς μὲν λίαν καὶ ἀπηνῶς ἐχρήσατο τοῖς ὑπηκόοις, εἰς τοσαύτην δὲ ἤλασεν ἀλαζονείαν, ὡς νομίζειν οὐ μόνον τῶν καλουμένων θεῶν, ἀλλὰ καὶ αὐτοῦ τοῦ ὄντως θεοῦ μείζων εἶναι καὶ δυνατώτερος. τοῦτον δὲ αὐτοῦ τὸν ἀπληστότατον τῦφον, οὐ μόνον ὁ θεσπέσιος διδάσκει δανιὴλ, ἀλλὰ καὶ ὁ θειότατος ἡσαίας ὁ προφήτης, μᾶλλον δὲ αὐτὸς ὁ τῶν ὅλων θεὸς διὰ τοῦ προφήτου φθεγγόμενος οὕτως· οὐαὶ ἀσσυρίοις ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς μού ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν· τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ καὶ ἐν τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομήν, καὶ καταπατεῖν τὰς πόλεις καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν. ὃ δὲ λέγει τοιοῦτόν ἐστι· θρήνων μέν εἰσιν ἄξιοι ἀσσύριοι μυρίων ὄντες ἐργάται κακῶν· ἀλλ’ ὅμως τούτοις διακόνοις εἰς τὰς κατὰ τῶν ἁμαρτωλῶν χρήσομαι τιμωρίας, οἷόν τινα ῥάβδον κολαστικὴν τούτους τοῖς παρανομοῦσιν ἐπάξω· οὐ τοῖς ἄλλοις δὲ μόνον ἀνθρώποις, ἀλλὰ καὶ τῷ προσαγορευομένῳ μου λαῷ. ἐπάξω δὲ, διὰ τὴν πολλὴν αὐτοῦ ἀσέβειαν, καὶ παρανομίαν, καὶ τάς τε πόλεις αὐτῶν διὰ τούτων καθελῶ καὶ τὰ ἐν ταῖς πόλεσι σκῦλα τούτων γενέσθαι παρασκευάσω. ἐγὼ μὲν οὖν, οἷόν τινι δημίῳ τῷ ἀσσυρίῳ χρώμενος, δίκας δι’ αὐτοῦ τοὺς παρανομοῦντας εἰσπράττομαι. αὐτὸς δέ, φησίν, οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται· ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ, καὶ τοῦ ἐξολοθρεῦσαι ἔθνη οὐκ ὀλίγα καὶ ἐὰν εἴπωσιν αὐτῷ σὺ μόνος εἶ ἄρχων καὶ ἐρεῖ· οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω βαβυλῶνος καὶ χαλάνης, οὗ ὁ πύργος ᾠκοδομήθη, καὶ ἔλαβον ἀραβίαν, καὶ δαμασκὸν καὶ σαμάρειαν; ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς χώρας λήψομαι. διὰ τούτων μὲν οὖν τὴν ἀλαζονείαν, αὐτοῦ δήλην πεποίηκεν. εἶτα προαγορεύει τὰ καταληψόμενα τὴν ἱερουσαλὴμ κακά,ὑποδείκνυσι δὲ καὶ τὰς τῆς τιμωρίας αἰτίας· ὀλολύξατε γάρ, φησί τὰ γλυπτὰ ἐν ἱερουσαλὴμ καὶ ἐν σαμαρείᾳ ὃν τρόπον γὰρ ἐποίησα ἐν σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω καὶ ἐν ἱερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς. μεμαθήκαμεν δέ, ὅτι τῆς ἱερουσαλὴμ σενναχηρεὶμ ὁ τῶν ἀσσυρίων οὐ περιεγένετο βασιλεύς, ὁ δὲ ναβουχοδονόσορ εἰς βαβυλῶνα τὰ βασίλεια μεταθεὶς καὶ βασιλικὴν ἐκείνην ἀποφήνας πόλιν μετὰ τὴν τῆς νινευὶ κατάλυσιν, ἐπεστράτευσε τῇ ἰουδαίᾳ, καὶ ἀνάστατον τὴν ἱερουσαλὴμ πεποιηκὼς τοὺς μὲν πλείστους τῶν οἰκητόρων ἀνεῖλε, τοὺς δὲ λοιποὺς ἐξανδραποδίσας αἰχμαλώτους ἀπήγαγεν· ὡς εἶναι δῆλον κἀντεῦθεν, ὡς μίαν οἶδεν ἡ θεία γραφὴ τὴν ἀσσυρίων καὶ βαβυλωνίων βασιλείαν καὶ ἐκ τῶν ἐπαγομένων δὲ τοῦτο ῥᾴδιόν ἐστι καταμαθεῖν. ἔσται γὰρ, φησίν, ὅταν συντελέσῃ κύριος ποιῶν πάντα ἐν τῷ ὄρει σιὼν καὶ ἐν ἱερουσαλὴμ ,ἐπάξει κύριος ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. ἐτιμωρήσατο δὲ τὴν ἱερουσαλὴμ ὁ θεός, οὐ διὰ τοῦ σενναχηρεὶμ ,ὃς τῶν ἀσσυρίων ἐβασίλευσεν, ἀλλὰ διὰ τοῦ ναβουχοδονόσορ . ὁ μὲν γὰρ, οὐ μόνον οὐκ ἐπόρθησε τὴν πόλιν, ἀλλὰ καὶ ἅπασαν ἀπολωλεκὼς τὴν στρατείαν, ἀπέδρα μόνος, καὶ οἴκοι τὴν σφαγὴν παρὰ τῶν υἱῶν ἐδέξατο. ὁ δὲ ναβουχοδονόσορ καὶ τὴν πόλιν καθεῖλε, καὶ ἐνέπρησε τὸν θεῖον νεὼν καὶ τὸν λαὸν ἀπήγαγε δορυάλωτον. διδάσκει τοίνυν ἡμᾶς ἡ θεία γραφὴ, ὅτι μετὰ τὸ συντελέσαι κύριον ποιοῦντα πάντα ἐν τῷ ὄρει σιὼν καὶ ἐν ἱερουσαλήμ ,ἃ ἠπείλησε λέγων· ὀλολύξατε τὰ γλυπτὰ ἐν ἱερουσαλήμ ,ὃν τρόπον γὰρ ἐποίησα σαμαρείᾳ καὶ τοῖς εἰδώλοις αὐτῆς οὕτω ποιήσω καὶ τῇ ἱερουσαλὴμ καὶ τοῖς χειροποιήτοις αὐτῆς. ἐπάξει, φησὶ, κύριος ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν ἀσσυρίων. καὶ οὐ λέγει τῶν βαβυλωνίων, ἀλλὰ τῶν ἀσσυρίων· μία γὰρ τούτων κἀκείνων ἡ βασιλεία. νοῦν δὲ μέγαν καλεῖ διὰ τὸ ὑψηλὸν καὶ ἀλαζονικὸν τῶν βουλευμάτων· διὸ καὶ εἰκότως ἐπάγει· καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. καὶ οὐχ ἁπλῶς ἔφη· τῆς δόξης αὐτοῦ. ἀλλὰ τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ· τουτέστιν, ὡς ἄνθρωπος ὢν ὑψηλότατός τε καὶ μέγιστος εἶναι φαντάζεται. εἶπε γάρ· ἐν τῇ ἰσχύι μου ποιήσω, καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεώς μου ἀφελῶ ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου ὡς νοσσιάν· καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔσται, ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. οὕτω γυμνώσας τῶν λογισμῶν τοῦ ἀσσυρίου τὸν τῦφον, ἐλέγχει τῶν ἐνθυμημάτων τὸ μάταιον, καὶ διδάσκει, ὡς οὐδὲν ἂν τῶν ὑπ’ αὐτοῦ γεγονότων ἐγένετο μὴ τοῦ θεοῦ συγχωρήσαντος, καὶ βουληθέντος δίκας τῆς ἀσεβείας εἰσπράξασθαι τοὺς ταῦτα ὑπ’ αὐτοῦ πεπονθότας. οὗ χάριν εἰκότως ἐπάγει· μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ, ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; ὡσαύτως ἐάν τις ἄρῃ ῥάβδον ἢ ξύλον. καθάπερ γάρ φησιν ἀδύνατον αὐτομάτως ἀξίνην ἢ πρίονα ἢ ῥάβδον κινηθῆναι· τηνικαῦτα γὰρ τούτων ἕκαστον ἐνεργεῖ, ἡνίκα ἄν τις τῇ χειρὶ χρησάμενος κινῆσαι ταῦτα θελήσειεν· οὕτω καὶ σύ, τῆς ἐμῆς παραχωρησάσης σοι προμηθείας, πεποίηκας ἃ πεποίηκας διὰ τὴν τῶν πεπονθότων παρανομίαν. μὴ τοίνυν νόμιζε τῇ οἰκείᾳ καὶ δυνάμει ταῦτα κατορθωκέναι. εἰ δὲ οὐ βούλει ταῦτα σωφρόνως μαθεῖν, καὶ τὴν ἀλαζονικὴν ὀφρὺν καταλῦσαι, τῇ πείρᾳ μαθήσῃ ὅτι ταῦθ’ οὕτως ἔχει. ἀποστελεῖ γὰρ κύριος σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται. καὶ ἐν ἑτέρῳ δὲ χωρίῳ πάλιν τοιαῦτά φησιν ὁ θεὸς πρὸς τὸν προφήτην· καὶ λήψῃ τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα βαβυλῶνος καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν; καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής; συνέτριψεν ὁ θεὸς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων, πατάξας ἔθνος θυμῷ πληγῇ ἀνιάτῳ. εἶτα δείκνυσι τὴν τῆς οἰκουμένης εὐφροσύνην· πᾶσα ἡ γῆ φησι μετ’ εὐφροσύνης καὶ τὰ ξύλα τοῦ λιβάνου εὐφρανθήσονται ἐπὶ σοί· καὶ ἡ κέδρος τοῦ λιβάνου· ἀφ’ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. τροπικῶς δὲ ταῦτα λέγει καὶ κέδρους τοῦ λιβάνου προσαγορεύει, ἢ τὸν ἰσραὴλ ἐπίσημον ὄντα καὶ ἔνδοξον ἢ τοὺς λαμπροὺς ἐν ἀξιώμασι· καὶ βασιλεύειν πεπιστευμένους. καὶ μετὰ βραχέα, κωμωδῶν αὐτοῦ τὸν τῦφον, καὶ τὴν τῆς ἀλαζονείας διδάσκων κατάλυσιν· πῶς ἐξέπεσέ φησιν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωὶ ἀνατέλλων συνετρίβη ἐπὶ τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη; σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι καὶ ἐπάνω τῶν ἀστέρων θήσω τὸν θρόνον μου· καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ πρὸς βορρᾶν, ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. εἶτα δείκνυσι τῆς ἀνθρωπίνης εὐημερίας τὸ ἐπίκηρον· σὺ δέ φησιν ὁ ταῦτα λογίσασθαι τετολμηκὼς εἰς ᾅδην καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς. οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σοὶ καὶ ἐροῦσιν· οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν ,ὁ σείων βασιλεῖς, ὁ θεὶς τὴν γῆν ὅλην ἔρημον καὶ τὰς πόλεις αὐτῆς καθεῖλε· τοὺς ἐν ἐπαγωγῇ οὐκ ἠλέησε· πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὑτοῦ· σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν, ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίρᾳ, καταβαινόντων εἰς ᾅδην. καὶ ἵνα μὴ πάσας τὰς περὶ αὐτοῦ προφητείας παραγαγὼν ἀποκνήσω τῷ μήκει, τούς τε νῦν ἀκούοντας καὶ τοὺς εἰς ὕστερον τούτοις ἐντευξομένους εἰς ἐκεῖνα παραπέμψας, τοὺς γνῶναι τὸν τῦφον αὐτοῦ καὶ τὴν ὠμότητα βουλομένους, ἐπὶ τὸ προκείμενον ἐπανάξω τὸν λόγον. τοῦτον τοίνυν ὁ τῶν ὅλων θεὸς εἰς εὐσέβειαν ποδηγῆσαι θελήσας, πολλὰ πολλάκις αὐτῷ σωτήρια προσενήνοχε φάρμακα, καὶ πρῶτον μὲν ἐν τῷ δευτέρῷ τῆς βασιλείας ἔτει, ὄναρ αὐτῷ τὴν εἰκόνα ἐκείνην ὑπέδειξεν, εἶτα τῇ λήθῇ τοῦ ἐνυπνίου εἰς χρείαν τοῦ προφήτου κατέστησεν ἔπειτα διὰ τῆς ἑρμηνείας τὰς τῶν βασιλέων διαδοχὰς ἔδειξεν ἀκριβῶς, τῆς ἀνθρωπίνης εὐημερίας ὑποδεικνὺς τὸ βραχὺ καὶ ἐπίκηρον. καὶ παραυτίκα μὲν ὠφέλειαν ἐδέξατο, καὶ τὸ ἄμετρον σέβας τῷ δανιὴλ προσενήνοχεν ὡς θεῷ γὰρ λιβανωτὸν αὐτῷ καὶ σπονδὰς προσενεχθῆναι προσέταξεν. ἀλλὰ πάλιν, οὐ πολλοῦ διελθόντος χρόνου τὴν εἰκόνα ἐκείνην ἀνέστησε, καὶ ἅπαντας τοὺς ὑπηκόους προσκυνεῖν αὐτὴν κατηνάγκασε, καὶ τοὺς τὴν εὐσέβειαν προτετιμηκότας, τῇ ἀπλήστως τραφείσῃ πυρᾷ παραδέδωκεν. ἀλλὰ πάλιν ὁ ἀγαθὸς δεσπότης μακροθυμίᾳ χρησάμενος δίκας μὲν αὐτὸν τῆς τε ἀλαζονείας καὶ τῆς θηριωδίας οὐκ εἰσεπράξατο, τὴν δὲ θείαν αὐτοῦ δύναμιν ὑποδείκνυσι, τοὺς εὔνους θεράποντας τῆς φλογὸς ἐκείνης ἐλευθερώσας. πάλιν δὲ ὀλίγην ἐκεῖθεν ὠφέλειαν δεξάμενος, ὑμνεῖ μὲν τὸν τῶν ὅλων θεόν, ἀπειλεῖ δὲ τὴν ἐσχάτην τιμωρίαν τοῖς βλάσφημόν τι κατ’ αὐτοῦ φθεγγομένοις· ἀλλ’ εὐθὺς καὶ παραυτίκα καὶ ἐν αὐτῷ τῷ ἐνιαυτῷ, λήθῃ παντελεῖ τὴν μεγίστην ταύτην παραδοὺς θαυματουργίαν ἐπιστρατεύει τοῖς ἱεροσολύμοις ,καὶ καθαιρεῖ μὲν τὰ τῆς πόλεως τείχη, πυρπολεῖ δὲ τὸν ἅγιον τοῦ θεοῦ νεών, κατατολμᾷ δὲ τῶν τούτου ἀδύτων, καὶ πάντα συλήσας τὰ ἀναθήματα εἰς τὴν βαβυλῶνα σὺν τοῖς αἰχμαλώτοις ἀπήνεγκεν. ὅτι δὲ κατὰ τοῦτον ἐπεστράτευσε τὸν καιρόν, καὶ ὁ μακάριος ἡμᾶς διδάσκει ἱερεμίας οὑτωσὶ λέγων· ὁ λόγος ὁ γενόμενος πρὸς ἱερεμίαν παρὰ κυρίου ἐν τῷ ἐνιαυτῷ τῷ δεκάτῳ σεδεκίου βασιλέως ἰούδα, οὗτος ἐνιαυτὸς ὄγδοος καὶ δέκατος τῶι ναβουχοδονόσορ βασιλεῖ βαβυλῶνος ἐχαράκωσεν ἐν ἱερουσαλήμ . καὶ τῆς εἰκόνος δὲ τὸ διήγημα συγγράφων ὁ μακάριος δανιὴλ τοῦτον τέθεικε τὸν χρόνον· ἔτους ὀκτωκαιδεκάτου ναβουχοδονόσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν· ὡς εἶναι δῆλον, ὅτι ἐν ἀρχῇ τοῦ ἔτους ἀπῄτησε τὴν τῆς εἰκόνος προσκύνησιν· εἶτα τὴν στρατιὰν προπέμψας ἠκολούθησε καὶ αὐτός, περιεγένετο δὲ τῆς ἱερουσαλὴμ ἑνδεκάτῳ μὲν ἔτει τῆς βασιλείας σεδεκίου, ἐννεακαιδεκάτῳ δὲ τῆς ἑαυτοῦ βασιλείας. ἐπειδὴ τοίνυν οὐδεμίαν οὐδαμόθεν ὁ δείλαιος ἐδέξατο ὠφέλειαν ἀγανακτήσας ὁ τῶν ὅλων θεὸς δεδίττεται μὲν αὐτὸν πρότερον δι’ ἐνυπνίου, εἶτα διὰ τοῦ δανιὴλ τὰ διὰ τοῦ ἐνυπνίου σημαινόμενα δῆλα ποιεῖ. καὶ οὐδὲ οὕτως εὐθὺς ἐπάγει τὴν τιμωρίαν, ἀλλὰ προσφέρει μὲν αὐτῷ συμβουλὴν καὶ παραίνεσιν διὰ τοῦ δανιὴλ ,ἐνιαυτὸν δὲ ὅλον τὴν μετάνοιαν ἀναμένων. ὡς δὲ οὐδεμίαν ἰατρείαν ἐκ τῆς μακροθυμίας ἠθέλησε δρέψασθαι, ἃ ἠπείλησεν ἐπιφέρει κακά. τιμωρεῖται δὲ αὐτὸν οὐχ ἁπλῶς, ἀλλὰ τὸν ἀλαζόνα νοῦν ἐκεῖνον τὸν τὰ ὑπὲρ φύσιν ὀνειροπολήσαντα, φρενοβλαβείᾳ παίει καὶ παραπληξίᾳ. εἶτα θηριώδη γενόμενον ἐξελαθῆναι παρασκευάζει, καὶ τὰς ἐρήμους οἰκεῖν ἐπὶ χρόνῳ μακρῷ. ἔπειτα αἴσθησιν παρασκευάζει αὐτὸν λαβεῖν τῶν κατεχόντων δεινῶν· οὔτε γὰρ ἦν οἷόν τε αὐτὸν ὠφέλειαν δρέψασθαι ἀναισθήτως καὶ ἀναλγήτως παντελῶς διακείμενον. οὕτως ἀνανεύσας ἐκεῖνος ἐπιγινώσκει μὲν τὰς ὀξυθεοῦόπους τοῦ βίου μεταβολὰς θρηνεῖ δὲ καὶ ὀλοφύρεται τὴν οἰκείαν ἀβελτηρίαν, ὁμολογεῖ δὲ τὴν τοῦ θεοῦ βασιλείαν ἀδιάδοχον εἶναι, εἰς ἅπαντας διαμένουσαν τοὺς αἰῶνας ταῦτα τῇ πείρᾳ διδαχθεὶς, πάλιν διὰ τὴν ἄῤῥητον τοῦ θεοῦ φιλανθρωπίαν εἰς τὴν οἰκείαν ἐπανελήλυθε βασιλείαν· ἀδικεῖν δὲ νομίσας ἅπαντας τοὺς ἀνθρώπους, εἰ κρύψειε τοῦ θεοῦ τὴν προμήθειαν δι’ ἐπιστολῆς πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην ὑπηκόοις ἐξηγεῖται τήν τε προτέραν εὐημερίαν· καὶ τὴν δυσκληρίαν· εἶτα τὴν μεταμέλειαν, δι’ ἧς τὸν δεσπότην ἐξιλεώσατο. ἡ μὲν οὖν τῆς ἐπιστολῆς ὑπόθεσις αὕτη· διὰ πλειόνων δὲ αὐτὴν ἐποιησάμην καὶ τὸν τούτου τῦφον ταῖς γραφικαῖς μαρτυρίαις δεῖξαι βουληθεὶς, καὶ τοῦ θεοῦ τῶν ὅλων τὴν περὶ πάντας κηδεμονίαν δήλην ποιῆσαι θελήσας φέρε τοίνυν τῆς κατὰ μέρος ἑρμηνείας ἀρξώμεθα. ναβουχοδονόσορ ὁ βασιλεὺς πᾶσι τοῖς λαοῖς, φυλαῖς, γλώσσαις, τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ εἰρήνη ὑμῖν πληθυνθείη. προσήκει τούτοις ἁρμόσαι τοῖς λόγοις τὴν προφητικὴν ἐκείνην φωνήν· ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. τῇ πείρᾳ δὲ καὶ οὗτος διδαχθεὶς σωφρονεῖν, εὐσεβείας ἀπεφάνθη διδάσκαλος, καὶ τὰ οἰκεῖα πάθη φάρμακα πᾶσιν ἀνθρώποις προτίθησι, καὶ οὐ μόνον τοῖς ὑπηκόοις, ἀλλὰ καὶ τοῖς ἔξω τῆς βασιλείας ὑπάρχουσι. καλῶς δὲ σφόδρα καὶ ἁρμοδίως τὴν προσηγορίαν ἐποιήσατο· εἰρήνη ὑμῖν πληθυνθείη τουτέστιν, ἀπείρατοι γένοισθε ὧν ἐπειράθην κακῶν, εἰρήνης ἀπολαύσαντες διατελεῖτε. εἶτα ἐπάγει·