Ancient Greek
2 to 3
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 2-4-3
Not analysed yet
τὰ σημεῖα καὶ τὰ τέρατα, ἃ ἐποίησε μετ’ ἐμοῦ ὁ θεὸς ὁ ὕψιστος, ἤρεσεν ἐναντίον ἐμοῦ ἀναγγεῖλαι ὑμῖν· τῶν θείων φησὶ θαυμάτων αὐτόπτης γενόμενος νενόμικα δίκαιον κοινωνοὺς ὑμᾶς ἅπαντας τῆς τούτων θεωρίας λαβεῖν. οὐκ ἔστι γὰρ τὰ τυχόντα, ἀλλὰ μεγάλα καὶ ἰσχυρά, καί. ὡς μεγάλα καὶ ἰσχυρά· ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. τὰ μὲν γὰρ ἀνθρώπινα, ὁποῖα ἂν ᾖ, τέλος ἔχει· καὶ τέλος ταχύ· μόνη δὲ διαρκὴς καὶ ἀσάλευτος ἡ τοῦ θεοῦ βασιλεία. οὕτω προδιδάξας τὴν τῶν πραγμάτων αἰτίαν, ἄρχεται τῆς κατ’ αὐτὴν διηγήσεως.