Ancient Greek · ~18 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ϛ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 1.1-2
Not analysed yet
καὶ δαρεῖος ὁ μῆδος παρέλαβε τὴν βασιλείαν ὢν ἐτῶν ἑξήκοντα δύο. ἡ μὲν τῶν χαλδαίων βασιλεία τὸ τέλος ἔλαβε κατὰ τὴν θείαν πρόρρησιν· εἰς δὲ μήδους μεταβέβηκεν ἡ τῆς οἰκουμένης ἡγεμονία. οὕτω δὲ καὶ ὁ δανιὴλ προηγόρευσε, καὶ τὸ φαρὲς ἡρμήνευσε· διῃρέθη γάρ, φησίν ἡ βασιλεία σου, καὶ ἐδόθη μήδοις καὶ πέρσαις. ἀλλὰ χρόνον ὀλίγον δαρείου τοῦ μήδου βασιλεύσαντος, κῦρος ,παραλαβὼν τὴν ἀρχὴν εἰς πέρσας αὐτὴν μετατίθησιν. ἰώσηππος δὲ ὁ ἱστοριογράφος τὸν δαρεῖον μὲν υἱὸν τοῦ ἀστυάγους εἶναί φησι, τοῦ δὲ κύρου θεῖον πρὸς μητρός, τοὺς δὲ τῶν ἑλλήνων συγγραφέας ἑτέρως αὐτοῦ τὸ ὄνομα τεθεικέναι· κυαξάρην γὰρ αὐτὸν ἐκεῖνοι προσηγορεύκασι. λέγει δέ, ὅτι κατὰ ταὐτὸν ἐπιστρατεύσαντες τῇ βαβυλῶνι δαρεῖός τε καὶ κῦρος ,ὁ τούτου ἀδελφιδοῦς, ἐκράτησαν τῆς πόλεως πολιορκίᾳ χρησάμενοι, καὶ τὸν βαλτάσαρ ἀνεῖλον κατ’ ἐκείνην τὴν νύκτα, καθ’ ἣν ἐν τῷ τοίχῳ τὰς συλλαβὰς ἐκείνας γραφομένας ἐθεάσατο. ἀλλ’ οὐκ ἐᾷ οὕτω πιστεύειν τὰ ὑπὸ τοῦ μακαρίου δανιὴλ συγγεγραμμένα· διδάσκει δὲ ἡμᾶς ἐν τῷ τέλει τοῦ κατὰ τὸν δαρεῖον διηγήματος, ὅτι κατηύθυνε δανιὴλ ἐν τῇ βασιλείᾳ δαρείου καὶ ἐν τῇ βασιλείᾳ κύρου τοῦ πέρσου, καὶ δείκνυσιν ἑτέραν μὲν τοῦ δαρείου βασιλείαν, ἑτέραν δὲ τὴν τοῦ κύρου. εἰ δὲ μία αὐτοῖς κατὰ τῆς βαβυλῶνος ἐγεγόνει στρατεία, μία ἄρα ἦν καὶ ἡ βασιλεία· νῦν δὲ ἄλλην μὲν ταύτην, ἄλλην δ’ ἐκείνην εἶναί φησι. καὶ ἐν τῷ τέλει δὲ τῆς προφητείας οὕτω φησὶν ὁ δανιὴλ · καὶ ὁ βασιλεὺς ἀστυάγης προσετέθη πρὸς τοὺς πατέρας αὑτοῦ, καὶ παρέλαβε τὴν βασιλείαν κῦρος ὁ πέρσης. οὐ τοίνυν δαρεῖος καὶ κῦρος κατὰ ταὐτὸν βασιλεύσαντες, τὸν βαλτάσαρ ἀνεῖλον· ἀλλ’ ὁ μὲν δαρεῖος ὁ ἀσσουήρου πρότερον,, ὕστερον δὲ κῦρος ἐβασίλευσεν. οὐδὲ ταῖς ἑλληνικαῖς ἱστορίαις τὰ ὑπὸ τοῦ ἰωσήππου εἰρημένα συμβαίνει. οὐδὲ γὰρ ἐν ἐκείναις ἔστιν εὑρεῖν, τὸν κυαξάρην τὸν τοῦ ἀστυάγους υἱὸν αὐτὸν εἶναι τὸν δαρεῖον ,ὃν οὗτος ἔφη σὺν τῷ κύρῳ τὴν στρατείαν κατὰ τῆς βαβυλῶνος ποιησάμενον· ὥστε παντάπασιν ἀπίθανον εἶναι τὸν τοῦ ἰωσήππου λόγον. ἐγὼ δὲ τῇ θείᾳ πειθόμενος γραφῇ, τοῦ ναβουχοδονόσορ εὑρίσκω τοῦτον θυγατριδοῦν· τῷ γὰρ ἱερεμίᾳ παρακελευσάμενος ὁ θεὸς δεσμὰ ἑαυτῷ περιθεῖναι, καὶ ταῦτα πέμψαι τοῖς πλησιοχώροις βασιλεῦσι, τῷ τῶν ἰδουμαίων, καὶ μωαβιτῶν, καὶ ἀμανιτῶν, τυρίων τε καὶ σιδωνίων, ταῦτα εἰπεῖν αὐτοῖς παρεγγύησεν· οὕτως εἶπε κύριος ὁ θεὸς ἰσραήλ· οὕτως ἐρεῖτε πρὸς τοὺς κυρίους ὑμῶν· ἐγὼ ἐποίησα τὴν γῆν ἐν τῇ ἰσχύϊ μου τῇ μεγάλῃ, καὶ τῷ βραχίονί μου τῷ ὑψηλῷ, καὶ δώσω αὐτήν, ᾧ ἂν δόξῃ ἐν ὀφθαλμοῖς μου· ἔδωκα πᾶσαν τὴν γῆν τῷ βασιλεῖ ναβουχοδονόσορ βαβυλῶνος ,δουλεύειν αὐτῷ, καὶ δουλεύσουσιν αὐτῷ πάντα τὰ ἔθνη, καὶ τῷ υἱῷ αὐτοῦ, καὶ τῷ υἱῷ τοῦ υἱοῦ αὐτοῦ, ἕως ἂν ἔλθῃ ὁ καιρὸς τῆς γῆς αὐτῶν. τοῦ τοίνυν βαλτάσαρ υἱοῦ προσαγορευθέντος ὑπὸ τοῦ δανιὴλ ζητητέον τὸν ἔκγονον. εἰ δέ τις ἀντιλέγει, μῆδον τὸν δαρεῖον ὀνομάζεσθαι λέγων, μαθέτω ὡς οὐδὲν τοῦτο τῷ λόγῳ λυμαίνεται. καὶ γὰρ ὁ κῦρος θυγατριδοῦς ὢν τοῦ ἀστυάγους, ὃς μῆδος ἦν, καὶ μήδων ἐβασίλευσε, καὶ πέρσης ὀνομάζεται· ἐκ γὰρ τῆς πατρώας συγγενείας φιλοῦσιν οἱ ἄνθρωποι τὰς ἐθνικὰς τιθέναι προσηγορίας. εἰκὸς τοίνυν καὶ τὸν δαρεῖον εἶναι μὲν μήδου πατρός, χαλδαίας δὲ μητρός, καλεῖσθαι δὲ τοῦτο ὅπερ ἦν ὁ πατήρ. εἰ δ’ οὐχ οὕτως ταῦτ’ ἔχει, δειξάτωσαν οἱ βουλόμενοι τοῦ ναβουχοδονόσορ τὸν ἔκγονον τῆς παππῴας βασιλείας κληρονομήσαντα, καὶ οὐδὲν περὶ τούτου ζυγομαχήσομεν. ὅτι γὰρ παναληθὴς τοῦ μεγάλου ἱερεμίου ἡ πρόρρησις, πᾶς τις εὖ φρονῶν ὁμολογήσειεν. εἰ δέ τινι προίσταται μὴ εἶναι θυγατριδοῦν τοῦ ναβουχοδονόσορ τὸν δαρεῖον ,ἀλλ’ υἱωνὸν διὰ τὸ τὸν προφήτην εἰρηκέναι· δουλεύσουσιν αὐτῷ καὶ τῷ υἱῷ αὐτοῦ καὶ τῷ υἱῷ τοῦ υἱοῦ αὐτοῦ. μαθέτω τῆς θείας γραφῆς τὸ ἰδίωμα· ἐξ ἀῤῥένων γὰρ γενεαλογεῖν εἰωθυῖα, καὶ τὸν ἔκγονον εἰπεῖν ἐθελήσασα, υἱὸν τοῦ υἱοῦ προσηγόρευσεν. ἀλλ’ ὅτι μὲν τοῦ τοῦ υἱοῦ οὐκ ἔστιν υἱὸς ὁ μακάριος δανιὴλ μαρτυρεῖ λέγων· δαρεῖος ὁ μῆδος παρέλαβε τὴν βασιλείαν. ὅτι δὲ μέχρις ἐκγόνων παραπέμψει τὴν βασιλείαν ὁ ναβουχοδονόσορ, ὁ θεῖος προεῖπεν ἱερεμίας . ἐξ ἑκατέρας τοίνυν προφητείας εὑρεῖν δυνατὸν τὸ ἀληθές· ἐκ μὲν τῆς ἱερεμίου ,ὅτι καὶ ὁ ἔκγονος τοῦ ναβουχοδονόσορ τῆς βασιλείας ἀνθέξεται· ἐκ δὲ τῆς τοῦ μακαρίου δανιήλ ,ὅτι βαλτάσαρ τοῦ υἱοῦ τοῦ ναβουχοδονόσορ, τῇ θεῖᾳ ψήφῳ τελευτήσαντος δαρεῖος ὁ μῆδος παρέλαβε τὴν βασιλείαν. ἐντεῦθεν σκοπούμενοι, καὶ τὸ ἀψευδὲς τῶν προφητῶν ἐπιστάμενοι, εὑρίσκομεν τοῦτον μῆδον μὲν ὄντα πατρόθεν, χαλδαῖον δὲ ὄντα μητρόθεν, καὶ τοῦ ναβουχοδονόσορ ἔκγονον. ταῦτα μὲν οὖν ἡμεῖς ἑκατέρας προφητείας τὸ ἀληθὲς ζητήσαντες ηὕρομεν· ὡς δὲ φίλον ἑκάστῳ περὶ τούτου φρονείτω οὐδεμία γὰρ ἐκ τῆς περὶ τὸ γένος ἀμφιβολίας γενήσεται βλάβη. φέρε τοίνυν τῆς κατὰ μέρος ἑρμηνείας ἁψώμεθα. βασιλεύσας, φησίν, ὁ δαρεῖος