Ancient Greek · ~6 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ναβουχοδονόσορ, .εὐϊλὰδ μαροδὰχ βαλτάσαρ εὐιλὰδ μαροδάχ , βαλτάσαρ . τόμος ε
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 30-4
Not analysed yet
ἐν αὐτῇ γάρ φησι τῇ νυκτὶ ἀνῃρέθη βαλτάσαρ ὁ βασιλεὺς χαλδαίων. χαλδαῖον δὲ αὐτὸν ἐνταῦθα προσηγόρευσεν, ἵνα δείξῃ λοιπὸν τῆς χαλδαικῆς βασιλείας τὸ τέλος. ἀληθῶς φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος ,κατὰ τὸν θεῖον ἀπόστολον· φοβερόν, τὸ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ μακροθυμίας καταφρονεῖν ,ἀλλὰ μὴ προσκυνεῖν καὶ θεραπεύειν εἰς δύναμιν. τίς γὰρ σκληρὸς γενόμενος, ᾗ φησιν ὁ προφήτης, ἐναντίον κυρίου ὑπέμεινε; τούτου χάριν καὶ ὁ μακάριος παρεγγυᾷ δαβίδ · σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παροργισμῷ καὶ τοῦτο ἑρμηνεύων ὁ μακάριος παραινεῖ παῦλος λέγων· βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος· ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, μέχρις ἂν οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας. οἶδε γὰρ πολλάκις ἡ ἁμαρτία ταῖς ἡδοναῖς ἡμᾶς καταθέλγουσα, καθάπερ ἐκεῖνον τὸν ἀνόητον βασιλέα διὰ τῆς μέθης, οὕτω σκληρύνειν ἡμῶν τὴν καρδίαν καὶ ἀντίτυπον ἀποφαίνειν, ὡς καὶ τῆς ἀσεβείας τὴν νόσον ῥᾳδίως εἰσδέχεσθαι. φύγωμεν τοίνυν τοῦ διαβόλου τὴν ἐξαπάτην, καὶ τὴν ἐπίμονον ἀρετὴν τῆς ἡδονῇ βραχείᾳ κεχρημένης προτιμήσωμεν ἁμαρτίας, ἵνα τῆς μὲν τοῦ βαλτάσαρ κοινωνίας ἀποφανθῶμεν ἀλλότριοι, τῆς δὲ τοῦ δανιὴλ συμμορίας ἀπολαύσωμεν, ἐν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ πατρὶ δόξα, σὺν τῷ ἁγίῳ πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.