Ancient Greek · ~21 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος α
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 2.1
Not analysed yet
καὶ ἔδωκε κύριος ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ βασιλέαἰούδα καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ Θεοῦ. καὶ τοῦτο δὲ τὴν πνευματικὴν αὐτοῦ δείκνυσι χάριν. οὔτε γὰρ πάντων ἐστὶ τὰς θείας οἰκονομίας εἰδέναι· οὗτος δὲ τοῦ θείου πνεύματος ἠξιωμένος καὶ ἔγνω σαφῶς, καὶ τοὺς ἄλλους διδάσκει ὅτι τοῦ Θεοῦ τῶν ὅλων συγχωρήσαντος διὰ τε τὴν τοῦ λαοῦ καὶ τοῦ βασιλέως παρανομίαν καὶ τὴν πολλὴν ἀσέβειαν καὶ ἡ πόλις ἑάλω καὶ τῶν ἱερῶν σκευῶν ἔνια ὑπὸ τὴν τῶν πολεμίων ἐξουσίαν ἐγένετο. καὶ λίαν δὲ ἀναγκαίως τέθεικε τό ἔδωκε κύριος ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ βασιλέα ἰούδα, ἵνα μή τις ὑπολάβῃ οἰκείᾳ δυνάμει τὸν ναβουχοδονόσορ χρησάμενον τῆς τῷ Θεῷ ἀνακειμένης περιγενέσθαι πόλεως· μάθωσιν δὲ ἅπαντες ἀκριβῶς, ὅτι τοῦ Θεοῦ προδεδωκότος, καὶ τὴν πάλαι φρουροῦσαν τὴν πόλιν ἀποστήσαντος χάριν, ὑπὸ τοὺς πολεμίους ἐγένετο. τοῦτο δὲ καὶ διὰ ἡσαίου τοῦ προφήτου σαφὲς ποιῶν αὐτὸς ὁ τῶν ὅλων θεὸς οὕτω φησί μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν διδάσκει δὲ διὰ τούτων, ὡς αὐτὸς τοῖς ἀνθρώποις ἐπιφέρει τὰς τιμωρίας, δὲ ὀργάνοις τοῖς εἰς τοῦτο ἐπιτηδείοις. καὶ ἤνεγκεν αὐτά, φησίν, εἰς γῆν σενναάρ, εἰς οἶκον τοῦ θεοῦ αὐτοῦ καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς οἶκον τοῦ θησαυροῦ τοῦ θεοῦ αὐτοῦ καὶ ἴσως ἄν τις εἴποι· τί δήποτε τῶν ἀνθρώπων ἡμαρτηκότων τὰ ἅγια σκεύη τὰ τῷ θεῷ ἀνακείμενα παρεδόθη ταῦτα δυσσεβέσιν ἀνθρώποις; φασὶ δὲ ταῦτα οἱ τῶν θείων οἰκονομιῶν τὸν σκοπὸν ἀγνοοῦντες ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μώρια γὰρ αὐτῶ ἐστιν ὁ δὲ πνευματικός ἀνακρίνει πάντα, κατὰ τὸν θεῖον ἀπόστολον καὶ πέπεισται μὲν ὅτι μάτην οὐδὲν ὑπὸ τῆς θείας προμηθείας οἰκονομεῖται, φωτιζόμενος δὲ ὑπὸ τοῦ θείου πνεύματος, καὶ τὰς αἰτίας μανθάνει· ὥσπερ ἀμέλει καὶ τὸ νῦν ζητούμενον ἔστι καταμαθεῖν τὸν πνευματικῶς νοεῖν προαιρούμενον. πολλὴ γὰρ ἐντεῦθεν οὐχὶ ἰουδαίοις μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς βαρβάροις ὠφέλεια γεγένηται. πρῶτον μὲν γὰρ ἐδιδάχθησαν οἱ ἰουδαῖοι τὸ τῆς θείας φύσεως ἀνενδεές οὐ γὰρ ὡς ἐνδεόμενος ὁ τῶν ὅλων θεὸς τὰ παρὰ τῶν ἀνθρώπων προσφερόμενα δέχεται, ἀλλʼ ἐκείνους εὐγνωμοσύνην διδάσκων, καὶ διδοὺς θεραπείαν τε καὶ ἀντιδόσεως ἀφορμήν. πῶς γὰρ ἂν ἑτέρως ἠδυνήθημεν, ὑπὲρ ὧν εὐεργετήθημεν, ὡς δυνατὸν ἀμείψασθαι τὸν εὐεργέτην θεόν, βραχέα ταῦτα καὶ εὐτελῆ παρὰ τῶν προσφερόντων ἐδέχετο; πεῖσαι τοίνυν βουλόμενος ἰουδαίους ὡς οὐ τὴν οἰκείαν χρείαν ἀναπληρῶν, ἀλλὰ πρὸς τὴν ἐκείνων ἀσθένειαν συγκατιὼν, τὰς παρʼ αὐτῶν προσφερομένας θυσίας ἐδέχετο, εἰκότως ἀποστραφεὶς αὐτοὺς καὶ αἰχμαλωσίᾳ παραδοὺς καὶ τὰ ὑπ’ αὐτῶν προσενεχθέντα σκεύη δι’ ὧν αὐτὸν θεραπεύειν ἐνόμιζον, σὺν αὐτοῖς αἰχμάλωτα δέδωκεν. ὁ γὰρ τοὺς λογικοὺς παραδοὺς τιμωρίᾳ, τί δήποτε τῶν ἀψύχων ἐφείδετο; διδάσκει δὲ αὐτοὺς καὶ δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι βαβυλωνίων, τῶν βαρβάρων, τῶν δυσσεβῶν κατ’ οὐδὲν διαφέρουσιν ἀσεβοῦσι γὰρ ὥσπερ ἐκεῖνοι, μᾶλλον δὲ πλέον ἤπερ ἐκεῖνοι. οἱ μὲν γὰρ οὔτε νόμον δεξάμενοι οὔτε προφητῶν ποδηγῶν ἀπολαύσαντες, ἀγνοίᾳ κατείχοντο· οἱ δὲ ὑπὸ μυρίων παλαιῶν τε καὶ νέων φωτιζόμενοι προφητῶν, καὶ μυρίων ὅσων θαυμάτων αὐτόπται γενόμενοι κατεφρόνουν μὲν τοῦ τῶν ὅλων θεοῦ τὰ δὲ ἄψυχα εἴδωλα θεραπεύοντες διετέλουν. παρέδωκε τοίνυν τοῖς βαρβάροις τὰ σκεύη μονονουχὶ λέγων δι’ αὐτῶν τῶν πραγμάτων ὅτι κατ’ οὐδὲν τῶν βαρβάρων διαφέρετε ὁμοίως γὰρ αὐτὰ καὶ ὑμεῖς ταῖς παρανομίαις μολύνετε καὶ ἴσον ἐστὶν ὑμᾶς τε ταῦτα ἔχειν καὶ βαβυλωνίους ἀσέβεια γὰρ καὶ ὑμῶν κἀκείνων κρατεῖ. τοὺς μὲν οὖν ἰουδαίους ἱκανὸν ἦν τοῦτο καὶ ἐλέγξαι, καὶ παιδεῦσαι, καὶ ὠφέλειαν αὐτοῖς οὐ μικρὰν πραγματεύσασθαι· οἱ δὲ βαβυλώνιοι ἡνίκα μὲν ἐτίμησαν, ὡς ἐνόμισαν τὰ σκεύη, ἀνθρωπείας μὲν αὐτὰ χρήσεως ἔξω πεποιηκότες, τοῖς ὑπ’ αὐτῶν δὲ προσκυνουμένοις ἀνατεθεικότες θεοῖς, τῶν λυπηρῶν οὐδαμῶς ἐπειράθησαν. ἐπειδὴ δὲ βαλτάζαρ ὁ βασιλεὺς χρήσασθαι τούτοις ἐτόλμησεν ἑστιώμενος, ἐκολάσθη μὲν παραυτίκα καὶ τὴν ἀξίαν ἔτισε δίκην, ἐδίδαξε δὲ ἅπαντας διὰ τῆς τιμωρίας, πόση τοῦ θεοῦ ἡ δύναμις τῶν σκευῶν ἐκείνων, καὶ ὅτι οὐκ ἄκων ἀπεστερήθη τῶν ἑαυτοῦ, ἀλλ’ ἑκὼν αὐτὰ προδέδωκε διὰ τὴν πολλὴν τοῦ λαοῦ παρανομίαν. τοῦτο δὲ καὶ ἐπὶ τῆς κιβωτοῦ πάλαι πεποίηκεν. ἐπειδὴ γὰρ ὀφνὶ καὶ φινεὲς οἱ ἡλὶ τοῦ ἱερέως παῖδες παράνομοι λίαν ὄντες καὶ βδελυροὶ ταύτην λαβόντες εἰς ἐπικουρίαν τῶν ὁμοφύλων ἐξῆλθον, ἐλέγχει μὲν αὐτῶν τὴν ἀσέβειαν ὁ θεός οὐδεμιᾶς ἀξιώσας προνοίας ἀξίᾳ δὲ σφαγῇ παραδοὺς, τὴν δὲ κιβωτὸν τοῖς ἀλλοφύλοις· πάλιν τὸν ἰσραὴλ παιδεύων καὶ διδάσκων, ὡς οὐκ αὐτῷ χρεία τῆς κιβωτοῦ ἀλλ’ αὐτῶν ἕνεκεν αὐτὴν κατεσκεύασε, περιττὴ δὲ αὐτοῖς ἡ ταύτης χρεία, ἀδεῶς τὸν θεῖον νόμον παραβαίνουσι καὶ ἀσεβείᾳ συζῇν προαιρουμένοις. ἵνα δὲ μὴ μέγα φρονήσαντες οἱ ἀλλόφυλοι ὡς αὐτοὶ περιγενόμενοι τοῦ Θεοῦ (ἐνόμιζον γὰρ τὴν κιβωτὸν αὐτὸν εἶναι τὸν τῶν ἰουδαίων θεὸν, τεκμῃρίῳ χρώμενοι τῇ τῶν οἰκείων εἰδώλων κατασκευῇ), καὶ ἵνα μὴ πολλὴν ἐντεῦθεν ἐπισπάσωνται βλάβην, ὡς αἰχμάλωτον λαβόντες τὸν τῶν ἰουδαίων θεόν, καὶ οἷόν τι ἀριστεῖον τοῖς οἰκείοις ἀνατεθεικότες θεοῖς· παρασκευάζει μὲν τὸν δαγών, τὸ ὑπ’ αὐτῶν προσκυνούμενον εἴδωλον πεσεῖν τε καὶ πρὸ τῆς κιβωτοῦ συντριβῆναι, καὶ τὸ τῆς προσκυνήσεως ὑποδεῖξαι σχῆμα καὶ ὁμολογῆσαι διὰ τῶν πραγμάτων τὴν ἧτταν, καὶ τὴν τοῦ ἐνοικοῦντος δαίμονος ὑποδεῖξαι δουλείαν καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις. ἐπιφέρει δὲ καὶ αὐτοῖς διαφόρους πληγάς, ἕως οὗ τὴν κιβωτὸν ἀπέδοσαν, καὶ ἀναθέματα δηλοῦντα τὴν τιμωρίαν ἀνέθεσαν. διπλῆ τοίνυν καὶ τηνικαῦτα, καὶ ἐπὶ τοῦ ναβουχοδονόσορ ἡ ὠφέλεια γεγένηται οὐ γὰρ μόνον ἰουδαίους ἀλλὰ καὶ τοὺς βαρβάρους ὠφέλησεν ἡ πρὸς βραχὺ παρὰ τοῦ θεοῦ γενομένη συγχώρησις.