Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος α
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 1-3
Not analysed yet
ἐν ἔτει τρίτῳ τῆς βασιλείας ἰωακεὶμ ,βασιλέως ἰούδα, ἦλθε ναβουχοδονόσορ βασιλεὺς βαβυλῶνος εἰς ἱερουσαλήμ καὶ ἐπολιόρκει αὐτήν. ἀναγκαίως πρὸ τῶν ἄλλων ἁπάντων καὶ τοῦ τηνικάδε βασιλέως ἐμνημόνευσε καὶ τὸν χρόνον ἡμᾶς ἐδίδαξεν, ἵνα ἔχωμεν εἰδέναι σαφῶς τὸν τῆς πρώτης αἰχμαλωσίας καιρόν. ἐν γὰρ τῷ τρίτῳ ἔτει τῆς βασιλείας ἰωακεὶμ τοῦ καὶ ἐλιακεὶμ ὃς ἐβασίλευσε μετὰ τὸν ἰωάχαζ, πατὴρ δὲ ἐγένετο τοῦ ἰωάχαζ ὃς καὶ ἰωακεὶμ καὶ ἰεχονίας ὠνομάζετο, ἡ πρώτη ἅλωσις τῶν ἱεροσολύμων ἐγένετο. καὶ αὐτὸ δὲ τοῦτο, τὸ τῶν τότε βασιλέων μεμνῆσθαι καὶ τῶν χρόνων τὸν προφητικὸν ὑποδείκνυσι χαρακτῆρα. οὕτω γὰρ καὶ τοὺς ἄλλους προφήτας ἔστι ποιοῦντας εὑρεῖν. ὅρασις γάρ φησιν, ἣν εἶδεν ἡσαίας υἱὸς ἀμὼς ἐν ἡμέραις ὀζίου καὶ ἰωάθαμ καὶ ἄχαζ καὶ ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς ἰουδαίας. καὶ ἐγενήθη λόγος κυρίου πρὸς ἱερεμίαν ἐν ἡμέραις ἰωσίου υἱοῦ ἀμώς βασιλέως ἰούδα ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐζεκιὴλ δὲ καὶ τῶν ἄλλων προφητῶν ἕκαστος ὡς τὰ πολλὰ τούτῳ τῷ προοιμίῳ τῆς προφητείας κέχρηται. ἀπόχρη τοιγαροῦν καὶ τοῦτο τὴν ἰουδαίων ἐλέγξαι παρανομίαν καὶ δεῖξαι προφήτην τὸν τῷ ὄντι προφήτην.