Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 2.1-2
Not analysed yet
καὶ ὁ βασιλεὺς ἀστυάγης προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ παρέλαβε κῦρος ὁ πέρσης τὴν βασιλείαν αὐτοῦ, καὶ ἦν δανιὴλ συμβιωτὴς τοῦ βασιλέως, καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ. ὁ δὲ ἀστυάγης τοῦ κύρου μητροπάτωρ· ἐκείνου δὲ τελευτήσαντος καὶ κυαξάρου τοῦ υἱέος αὐτοῦ οἰκονομῆσαι τὴν βασιλείαν οὐ δυνηθέντος, ὁ κῦρος τὴν τῶν ἀσσυρίων καὶ χαλδαίων καταλύσας βασιλείαν, τὸ μήδων κράτος εἰς πέρσας μετατέθεικε. σύσσιτος δέ φησιν ἦν τοῦ βασιλέως καὶ σύνοικος καὶ πάντων αὐτοῦ τῶν συνήθων προτεταγμένος. ταύτην γὰρ ἔχων τὴν παρρησίαν, καὶ τὰ εἰς αὐτὸν ὑπὸ τοῦ θεοῦ διὰ τοῦ προφήτου ἡσαίου προρρηθέντα ὑπέδειξε, καὶ τὴν ἄφεσιν τοῦ λαοῦ ποιήσασθαι παρεσκεύασεν ἡμεῖς μὲν οὖν ταῦτα ἐκ τῆς θείας τοῦ δανιὴλ μεμαθήκαμεν προφητείας. ἰουδαίους δὲ θρηνεῖν δίκαιον ἔξω τοῦ προφητικοῦ καταλόγου τάττειν τὸν θεῖον τοῦτον προφήτην τολμῶντας, καὶ ταῦτα τῇ πείρᾳ μεμαθηκότας τῆς προφητείας τὸ ἀληθές. ἀλλὰ γὰρ εὔδηλον, ὡς οἱ νῦν ταῖς ἄλλαις ἀσεβείαις καὶ ταύτην προστεθείκασι τὴν βλασφημίαν, τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας τὴν προφανῆ μαρτυρίαν τῇ ἀρνήσει τῆς προφητείας συσκιάζειν ἐπιχειροῦντες· ἀλλ’ οὐδὲν αὐτοῖς πλέον ὑπάρξει ταύτην ἀρνουμένοις τὴν προφητείαν· οἵ τε γὰρ ἄλλοι προφῆται μαρτυροῦσι, καὶ αὐτὰ βοᾷ τὰ πράγματα τὰς περὶ αὐτοῦ προρρήσεις ἁρπάζοντα. ὅτι δὲ οἱ πάλαι ἰουδαῖοι τὸν μακάριον δανιὴλ μέγιστον ἀπεκάλουν προφήτην, μάρτυς ἀξιόχρεως ἰώσηπος ὁ ἑβραῖος, τὸ μὲν χριστιανικὸν οὐ δεξάμενος κήρυγμα, τὴν δὲ ἀλήθειαν κρύπτειν οὐκ ἀνεχόμενος. οὗτος ἐν τῷ δεκάτῳ τῆς ἰουδαικῆς ἀρχαιολογίας πολλὰ μὲν καὶ ἕτερα περὶ τοῦ μακαρίου εἴρηκε δανιὴλ προστίθησι δὲ καὶ ταῦτα· ἅπαντα γὰρ αὐτῷ φησι παραδόξως, ὡς ἑνί τινι τῶν μεγίστων ἐχαρίσθη προφητῶν, καὶ παρὰ τὸν τῆς ζωῆς χρόνον τιμή τε καὶ δόξα, ἡ παρὰ τῶν βασιλέων καὶ τοῦ πλήθους· τελευτήσας δὲ μνήμην αἰώνιον ἔχει. τὰ γὰρ βιβλία, ὅσα δὴ συγγραψάμενος κατέλιπεν, ἀναγινώσκεται παρ’ ἡμῖν ἔτι καὶ νῦν, καὶ πεπιστεύκαμεν ἐξ αὐτῶν, ὅτι δανιὴλ ὡμίλει τῷ θεῷ. οὐ γὰρ τὰ μέλλοντα μόνον προφητεύων διετέλει, καθάπερ καὶ οἱ ἄλλοι προφῆται, ἀλλὰ καὶ τὸν καιρὸν ὥρισεν εἰς ὃν ταῦτα ἀποβήσεται. καὶ μετὰ βραχέα δὲ ἀπὸ δὲ τοῦ τέλους φησὶ τῶν προρρήσεων ἀληθείας πίστιν καὶ δόξαν θειότητος παρὰ τοῖς ὄχλοις ἀποφέρεται καὶ ἐφεξῆς δὲ μυρία τοιαῦτα περὶ αὐτοῦ λέγει. ὡσαύτως δὲ καὶ ἐν τῇ δωδεκάτῃ τῆς ἀρχαιολογίας πάλιν οὕτω φησί· τὴν δὲ ἐρήμωσιν τοῦ ναοῦ συνέβη γενέσθαι κατὰ τὴν δανιήλου προφητείαν, πρὸ τετρακοσίων καὶ ὀκτὼ γενομένην ἐτῶν· ἔδειξε γὰρ ὅτι μακεδόνες καταλύσουσιν αὐτόν. καὶ ταῦτα μὲν ὁ ἰώσηπος τῷ προφήτῃ προσμαρτυρεῖ. ἰουδαῖοι δὲ πᾶσαν ἀναισχυντίαν νοσοῦντες, οὐδὲ τοὺς ἑαυτῶν αἰσχύνονται διδασκάλους. ἀλλ’ ἡμεῖς, παρακαλῶ, ὡς παρὰ θεοῦ προφήτου τὴν τῶν μελλόντων δεξάμενοι πρόγνωσιν, εὐπρεπεῖς ἡμᾶς αὐτοὺς εἰς ἐκείνην τὴν φοβερὰν καταστήσωμεν ἡμέραν, ἵνα μὴ εἰς αἰσχύνην αἰώνιον, ἀλλ’ εἰς ζωὴν ἀναστῶμεν αἰώνιον· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, τοῦ κυρίου ἡμῶν· ἰησοῦ χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ δόξα, σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν.