Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 13-8
Not analysed yet
καὶ σύ φησι δεῦρο καὶ ἀναπαύου. καιρός φησι τοῦ δέξασθαί σε τοῦ βίου τὸ τέλος. ἔτι γὰρ ἡμέραι εἰς ἀναπλήρωσιν συντελείας. οὐκ ὀλίγος γάρ φησιν ἔτι χρόνος ὑπολέλειπται τῇ τοῦ παρόντος βίου συστάσει. καὶ ἐνταῦθα δὲ σαφῶς ἡμᾶς ἐδίδαξε τὴν συντέλειαν, καὶ ὅτι ἐν ἐκείνῃ τὰ προειρημένα γενήσεται. καὶ ἀναπαύσῃ καὶ ἀναστήσει εἰς τὸν καιρόν (ἀλλ’ ὀρθότερον τό· κλῆρον ὡς ἐκ τῶν ἑξῆς δῆλον) σου, εἰς συντέλειαν ἡμερῶν. νῦν μὲν γάρ, φησί, σὲ προσήκει τὸ κοινὸν δέξασθαι τέλος· ἀναστήσῃ δὲ καὶ οὐχ ἁπλῶς ἀναστήσῃ, ἀλλ’ εἰς τὸν κλῆρόν σου, τουτέστι, μετὰ τῆς τῶν ὁμοτρόπων συμμορίας. καὶ δεικνὺς πότε ἐπήγαγεν· εἰς συντέλειαν ἡμερῶν. οὕτω σαφῶς ἡμᾶς ὁ θεῖος ἀρχάγγελος διὰ τοῦ μακαρίου καὶ τρισμακαρίου δανιὴλ ἐδίδαξε τὴν ἀνάστασιν. οὕτω πληρώσας τὴν ἀποκάλυψιν ἐπήγαγεν ὁ προφήτης·