Ancient Greek · ~22 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος θ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 27.1
Not analysed yet
καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. τίνα μὲν οὖν ἔσται μετὰ τὰς ἐξηκονταδύο ἑβδομάδας ἐν ταῖς ἑπτὰ ἑβδομάσι, προείρηκά φησι· προσήκει δὲ μαθεῖν τὰ ἐν τῇ ἄλλῃ ἑβδομάδι γενησόμενα. ἐν γὰρ ταύτῃ ἡ καινὴ διαθήκη δοθήσεται τοῖς πιστεύουσι καὶ δυνάμεως ἁπάσης αὐτοὺς πληρώσει· μεσούσης δὲ ταύτης τῆς εβδομάδος ἀρθήσεται θυσία καὶ σπονδὴ παυθήσεται, μὲν ἡ κατὰ νόμον θυσία, τῆς ἀληθοῦς προσφερομένης θυσίας τοῦ ἀμώμου ἀμνοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. ταύτης γὰρ λοιπὸν προσενεχθείσης τέλος ἐκείνη λήψεται. οὗ χάριν εὐθὺς τῆς θυσίας πληρωθείσης καὶ τοῦ σωτῆρος ἡμῶν ἀφέντος τὸ πνεῦμα τὸ καταπέτασμα τοῦ ναοῦ ἐρράγη ἀπὸ ἄνωθεν ἕως κάτω, τὰ πάλαι ἀθεώρητα τοῖς πᾶσι ποιοῦν θεωρητά καὶ τὰ ἄψαυστα καὶ ἄβατα ἐκφαίνων βατά. ἐπειδὴ γὰρ τὸ καταπέτασμα διεῖργεν ἀπὸ τῶν ἁγίων τὰ ἅγια τῶν ἁγίων ἔχοντα τὸ ἱλαστήριον καὶ τὰ χερουβὶμ καὶ τὴν κιβωτὸν ῥαγὲν διόλου τὸ καταπέτασμα διὰ τῶν πραγμάτων ἔδειξεν, ὡς ἀπέστη τῶν ἔνδον ἡ παρεδρεύουσα χάρις, καὶ κοινὰ γέγονε τὰ πάλαι τῷ ἀρχιερεῖ μόνῳ κατὰ. τοῦτο δὲ γέγονεν ὑπὲρ τοῦ κόσμου παντὸς τῆς θυσίας προσενεχθείσης. εἰ δέ τις καὶ τὸν χρόνον ἀκριβῶς καταμαθεῖν ἐθέλει, ἐκ τοῦ κατὰ ἰωάννην εὐαγγελίου μαθήσεται. ὡς περὶ τὰ τρία ἔτη καὶ ἥμισυ κηρύξας ὁ κύριος καὶ τοὺς ἁγίους αὑτοῦ μαθητὰς τῇ διδασκαλίᾳ καὶ τοῖς θαύμασι βεβαιώσας τότε τὸ πάθος ὑπέμεινε· μετὰ δὲ τὸν σταυρὸν καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν καὶ τὴν τοῦ ἁγίου πνεύματος ἐπιφοίτησιν τὸν λοιπὸν τῆς ἑβδομάδος χρόνον οἱ ἅγιοι ἀπόστολοι ἐν ἱεροσολύμοις κηρύττοντές τε καὶ θαυματουργοῦντες πολλάς τε ἀνθρώπων χιλιάδας πρὸς τὴν εὐαγγελικὴν ποδηγήσαντες διδασκαλίαν τῆς νέας διαθήκης ἠξίωσαν καὶ τῆς τοῦ παναγίου βαπτίσματος χάριτος παρεσκεύασαν. εἶτα τῶν κατὰ τὸν ἅγιον στέφανον ὑπὸ τῶν ἰουδαίων τολμηθέντων διεσπάρησαν μὲν οἱ ἄλλοι κατὰ τὰς πόλεις τῆς ἰουδαίας ,οἱ δὲ θεῖοι ἀπόστολοι σμικρὸν ἐν ἱεροσολύμοις διατρίψαντες χρόνον, εἰς τὴν σαμάρειαν καὶ καισάρειαν ,λύδδαν, τε καὶ ἰώππην περιιόντες, ἅπασιν ἀνθρώποις τὰ σωτήρια δόγματα προσφέρειν ἠπείγοντο. τούτου χάριν ὁ θεῖος ἀρχάγγελος τῷ μακαρίῳ φησὶ δανιήλ ,ὅτι δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία . τόν τε πρὸ τοῦ σταυροῦ τοῦ κυρίου χρόνον καὶ τὸν μετὰ τὴν ἀνάστασιν τοῦ σωτῆρος τῶν ἁγίων ἀποστόλων ἐν ἱεροσολύμοις διδασκαλίαν κατὰ ταὐτὸν συναγαγών . εἶτα διαιρεῖ διχὰ τὴν ἑβδομάδα καί φησι· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή . τῆς γὰρ ἀληθινῆς προσφερομένης θυσίας τέλος λήψεται ἡ τοῦ νόμου σκιά. καὶ ἐπὶ τούτοις φησίν· ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως. διὰ ταύτην γάρ φησι τὴν θυσίαν οὐ μόνον ἐκείνη ἡ θυσία παυθήσεται, ἀλλὰ καὶ βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ ἱερὸν δοθήσεται, τουτέστι τὸ πάλαι σεπτὸν καὶ φρικῶδες ἔρημον ἀναφανήσεται· σημεῖον δὲ τῆς ἐρημίας γενήσεται εἰκόνα τινὲς ἀπηγορευμέναι τῷ νόμῳ εἰς τοῦτον εἰσκομιζόμεναι. τοῦτο δὲ πεποίηκε πιλάτος νύκτωρ εἰς τὸν θεῖον νεὼν τὰς βασιλικὰς εἰσκομίσας εἰκόνας παρὰ τὸν θεῖον νόμον. τοῦτο δὲ καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις τοῖς ἁγίοις αὑτοῦ προέλεγε μαθηταῖς· ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ εἰρημένον διὰ δανιὴλ τοῦ προφήτου ,γινώσκετε, ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. τότε οἱ ἐν τῇ ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, ὁ ἐπὶ τοῦ δώματος μὴ καταβήτω ἆραί τι ἀπὸ τῆς οἰκίας αὑτοῦ. ταῦτα δὲ ἔλεγε σημαίνων τὸ τάχος τῆς καταληψομένης αὐτοὺς πανωλεθρίας. καὶ μικρὸν δὲ πρὸ τούτων φησίν· ἱερουσαλήμ, ἱερουσαλήμ ,ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. ταῦτα προλέγων ὁ ἅγιος γαβριὴλ μετὰ τὸ προθεσπίσαι τῆς κατὰ τὸν νόμον λατρείας τὴν παῦλαν, ἐπήγαγε καὶ ἐπὶ τούτοις· ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως. καὶ ἵνα μὴ νομίσωσιν οἱ ἰουδαῖοι πάλιν ἀπολήψεσθαι τὸν θεῖον νεὼν τὴν προτέραν εὐπρέπειάν τε καὶ δόξαν, ἀναγκαίως ἐπήγαγε· καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. ἕως γάρ φησι τῆς τοῦ αἰῶνος συντελείας ἡ τῆς ἐρημώσεως συντέλεια μενεῖ μεταβολὴν οὐ δεχομένη. τοῦτο καὶ ὁ μακάριος ἔφη δαβίδ · ἐν ὀργῇ συντελείας καὶ οὐ μὴ ὑπάρξουσι καὶ γνώσονται ὅτι ὁ θεὸς δεσπόζει τοῦ ἰακὼβ καὶ τῶν περάτων τῆς γῆς. γνώσονται δὲ ὅταν ἴδωσι τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. τότε γὰρ κόψονται κατὰ φυλάς, τότε ὄψονται εἰς ὃν ἐξεκέντησαν. εἰ δ’ οὐχ οὕτως ταῦτα ἔχει, ἐπειδὴ ὁ τῶν τετρακοσίων καὶ ἐνενήκοντα ἐτῶν διελήλυθεν ἀριθμός, καὶ ἕτερα δὲ πρὸς τούτοις πλέον ἢ τεσσαράκοντα καὶ τετρακόσια, δειξάτωσαν ἐπὶ τίνων ἔλαβε πέρας ἡ τοῦ ἀρχαγγέλου χρησμολογία. ἐπὶ τῶν μακκαβαίων; ἀλλ’ οὐκ ἔστι τετρακόσια καὶ ἐνενήκοντα ἔτη ἀπὸ δαρείου μέχρις αὐτῶν, οὔτε μὴν ἀπὸ κύρου τοῦ πρώτου περσῶν βασιλεύσαντος· ἀπὸ γὰρ κύρου μέχρις ἀντιόχου τοῦ ἐπιφανοῦς ,ἐφ’ οὗ οἱ μακκαβαῖοι ζηλώσαντες ἀντελάβοντο τῶν πραγμάτων, περὶ τὰ τετρακόσια καὶ ἑβδομήκοντα καὶ δύο ἐστὶν ἔτη. ἄλλως τε δέ, τίς τούτων ἅγιος ἁγίων κέκληται; ἰούδας ἢ ἰωνάθαν, ἢ σιμὼν ἢ ὁ μετὰ τούτους; καὶ μὴν οὐδὲ ἀβραὰμ ὁ πατριάρχης, οὐδὲ μωυσῆς ὁ νομοθέτης, οὐδὲ ἠλίας ὁ μέγιστος τῶν προφητῶν, ἅγιος τῶν ἁγίων προσηγορεύθη πώποτε. οὐκοῦν καὶ ὁ χρόνος καὶ αἱ προσηγορίαι τὴν τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ σαφῶς ἡμῖν προεσήμαναν παρουσίαν, εἰς ὃν πεπιστευκότες καὶ τὴν δευτέραν αὐτοῦ παρουσίαν προσμένοντες, τῆς παρ’ αὐτοῦ φιλανθρωπίας ἐν ἡμέρᾳ διαγνώσεως τυχεῖν ἱκετεύσωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος ἰησοῦ χριστοῦ μεθ’ οὗ τῷ πατρὶ δόξα σὺν τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.