Ancient Greek · ~10 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος θ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 26-7
Not analysed yet
καὶ μετὰ τὰς ἑβδομάδάς φησι τὰς ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ. ὡς εἶναι δῆλον, ὅτι τὰς ἑξήκοντα δύο ἑβδομάδας προτέρας τέταχε καὶ μετὰ ταύτας τὰς ἑπτά, ἐν αἷς ἔφη ἐξολοθρευθήσεται χρίσμα, τουτέστι τὴν τοῖς ἀρχιερεῦσιν ἐπανθοῦσαν χάριν. καὶ ἐπειδὴ καὶ οἱ παρανόμως προχειριζόμενοι ἀρχιερεῖς ὠνομάζοντο, εἰκότως ἐπήγαγε καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ. εἰ γὰρ καὶ χρίονταί φησιν, ἀλλ’ οὐ κατὰ νόμον χρίονται, παρανόμως δὲ τοῦτο ποιεῖν τολμῶσι. καὶ ἀνωτέρω δὲ δῆλον πεποίηκεν, ὡς τὰς ἑπτὰ ἑβδομάδας τελευταίας τέταχεν· ἕως γὰρ χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο . ἕως γὰρ τοῦ ἡγουμένου χριστοῦ τὰς ἑπτὰ πολλαπλασιαζούσας ἑβδομάδας παρ’ αὐτὴν αὐτοῦ τὴν μνήμην τέθεικεν, ἵνα γνῶμεν ὡς ἀπὸ τοῦ χριστοῦ καὶ ἐπὶ τὰ ἄνω ἀριθμεῖν βουλόμενοι, τὰς ἑπτὰ πρότερον ἑβδομάδας εὑρήσομεν καὶ τότε τὰς ἑξήκοντα δύο. καὶ τοῦτο σαφέστερον ποιῶν· ἐπιστρέψει, φησίν, καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ περίτειχος, καὶ ἐκκαινωθήσονται οἱ καιροί ,τουτέστιν ὁ πρὸ τῆς οἰκοδομίας χρόνος. καὶ μετὰ τὰς ἑβδομάδάς φησι τὰς ἐξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα. καὶ οὐκ εἶπε μετὰ τὰς ἑπτὰ, ἀλλὰ μετὰ τὰς ἐξηκονταδύο, μεθ’ ἅς εἰσιν αἱ ἑπτά, ἐν αἷς ἐξολοθρευθήσεται χρίσμα καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ. ἡρώδου μὲν ἀλλοφύλου βασιλεύοντος· πατρόθεν μὲν γὰρ ἀσκαλωνίτης ἦν, μητρόθεν δὲ ἰδουμαῖος · τῶν δὲ καλουμένων ἀρχιερέων οὐ κατὰ νόμον χριομένων, ἀλλ’ ὑπὸ τῶν ἀλλοφύλων ἀρχόντων προχειριζομένων, ἡρώδου τε καὶ ἀρχελάου, καὶ τῶν ῥωμαίων στρατηγῶν. εἶτα λέγει καὶ τὴν καταληψομένην πανωλεθρίαν τήν τε πόλιν καὶ αὐτὴν ταύτην τήν τε ἀλλόφυλον βασιλείαν καὶ τὴν παράνομον ἀρχιερωσύνην καί φησι · καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ ,τουτέστι τοῖς ἐρχομένοις παρανόμοις ἄρχουσιν . καὶ γὰρ ἡ πόλίς φησιν ἀνάστατος γενήσεται καὶ ὁ νεὼς ὁ ἅγιος παντελῆ κατάλυσιν δέξεται. ταῦτα δὲ πείσεται ἡ πόλις σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, τουτέστι, τοῖς ἐρχομένοις παρανόμοις ἄρχουσιν. ἡγούμενον γὰρ ἐρχόμενον τὴν ἀλλόφυλον βασιλείαν καὶ τὴν παράνομον ἀρχιερωσύνην ὠνόμασεν. εἶτα διδάσκων, ὅτι πολλῷ χείρονα τῶν προτέρων ὑπομενοῦσι κακά, ἐπήγαγε· καὶ ἐκκοπήσονται ὡς ἐν κατακλυσμῷ ,τουτέστι πανωλεθρίαν ὑπομενοῦσιν, οἵαν ὑπέμειναν οἱ πάλαι ἄνθρωποι τοῦ κατακλυσμοῦ τὴν γῆν πᾶσαν συγκαλύψαντος. καὶ διδάσκων ὡς οὐδεμιᾶς ἀνακλήσεως ἢ ἀνέσεως τεύξονται. καὶ ἕως τέλους, φησί, πολέμου συντετμημένου ἀφανισμοῖς. ἀφανισμὸν γάρ φησι παντελῆ ὑπομενοῦσιν, οἷόν τινι κατακλυσμῷ τῷ πολέμῳ ἐκείνῳ παραδοθέντες καὶ εἰς τέλος τούτοις ὑποκλιθήσονται τοῖς κακοῖς καὶ οὐδεμιᾶς πώποτε ἀνακλήσεως τεύξονται. οὕτω τὰ περὶ τῆς ἰουδαίων προθεσπίσας πανωλεθρίας ἐπανέρχεται πάλιν εἰς τὸν τῶν ἑβδομήκοντα ἑβδομάδων ἀριθμόν, καὶ τὴν λείπουσαν ταῖς ἑξήκοντα ἐννέα προστίθησι, καί φησι·