Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 3-9
Not analysed yet
ἄρτον γάρ φησιν ἐπιθυμιῶν οὐκ ἔφαγον καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόματί μου καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως τριῶν ἡμερῶν ἑβδομάδων ἡμερῶν οὐδεμίαν γάρ φησιν ἐπιμέλειαν ἐν πάσαις ταύταις ταῖς ἡμέραις τῷ σώματι προσενήνοχα, οὐκ ἔξωθεν, οὐ τροφὴν ἔνδοθεν. καλῶς δὲ καὶ μάλα προσφόρως οὐκ ἐπὶ τῶν κρεῶν, ἀλλ’ ἐπὶ τοῦ ἄρτου, τὸ τῶν ἐπιθυμιῶν προστέθεικεν. ὁ γὰρ ἄρτος ἀναγκαία πάντων τροφή· κρεῶν γὰρ ἀπολαύουσιν οἱ εὐπορώτεροι, ἄρτου δὲ πρὸς τοῖς εὐπορωτέροις καὶ οἱ πενέστεροι. διὰ τοῦτο τὸν ἄρτον ἐπιθυμιῶν προσηγόρευσεν, ὡς καὶ κοινὴν ὄντα τροφὴν καὶ πάσης τροφῆς ἐρασμιώτατον.