Ancient Greek · ~12 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 35.1
Not analysed yet
ἐθεώρεις ἕως ὅτου ἀπεσχίσθη λίθος ἀπὸ ὄρους λίθος ἄνευ χειρῶν, καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους, καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος. τότε ἐλεπτύνθησαν εἰσάπαξ ὁ σίδηρος, τὸ ὄστρακον ὁ χαλκός, ὁ ἄργυρος ὁ χρυσός, καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς, καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος, καὶ πᾶς τόπος οὐχ ηὑρέθη ἐν αὐτοῖς καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν. τοιοῦτον μέν ἐστι τοῦ ἐνυπνίου τὸ τέλος· προσήκει δὲ κάτωθεν ἡμᾶς ἄρξασθαι τῆς ἑρμηνείας. ζητήσωμεν τοίνυν πρότερον τίς ὁ λίθος προσαγορευόμενος, καὶ βραχὺς μὲν πρότερον φαινόμενος, ὕστερον ἐδείχθη μέγιστος καὶ τὴν οἰκουμένην ἐκάλυψεν. οὐκοῦν ἀκούσωμεν αὐτοῦ τοῦ θεοῦ διὰ ἡσαίου τοῦ προφήτου λέγοντος ἰδοὺ τίθημι ἐν σιὼν λίθον πολυτελῆ, ἀκρογωνιαῖον, ἔντιμον, ἐκλεκτόν, εἰς τὰ θεμέλια αὐτῆς καὶ πᾶς ὁ πιστεύων ἐπ ̓ αὐτῷ οὐ μὴ καταισχυνθῇ . ἀκούσωμεν δὲ καὶ τοῦ μακαρίου δαβὶδ προθεσπίζοντος καὶ βοῶντος· · λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας . ταύτην δὲ τὴν μαρτυρίαν καὶ αὐτὸς ὁ δεσπότης χριστὸς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἰουδαίοις προσήνεγκεν· οὐκ ἀνέγνωτε λέγων · λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. παρὰ κυρίου ἐγένετο αὕτη, καὶἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν . καὶ ὁ μακάριος δὲ πέτρος ἐν ἰουδαίοις δημηγορῶν καὶ τοῦ κυρίου τὴν προφητείαν εἰς μέσον παραγαγὼν ἑρμηνεύει τὴν προφητείαν οὕτω λέγων· οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς παρ’ ὑμῶν τῶν οἰκοδομούντων, ὃς ἐγένετο εἰς κεφαλὴν γωνίας . καὶ ὁ μακάριος δὲ παῦλος φησίν· ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ ἰησοῦ χριστοῦ . καὶ ἀλλαχοῦ δέ φησι· θεμέλιον δὲ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν ἰησοῦς χριστός . καὶ πάλιν· ἔπινον, φησίν ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ χριστός . οὐκοῦν ὑπὸ παλαιᾶς καὶ νέας γραφῆς διδασκόμεθα τὸν κύριον ἡμῶν ἰησοῦν χριστὸν προσηγορεῦσθαι λίθον. οὗτος γὰρ ἐτμήθη ἀπὸ ὄρους ἄνευ χειρῶν γεννηθεὶς ἐκ παρθένου γαμικῆς κοινωνίας χωρίς. οἶδε δὲ πολλάκις καὶ τὴν παρὰ φύσιν γέννησιν λατομίαν ἡ θεία προσαγορεύειν γραφή. ἰουδαίους γὰρ ἡσαίας τῆς παρὰ φύσιν γενομένης τῷ ἀβραὰμ παιδογονίας ἀναμιμνήσκων, ἐμβλέψατε, ἔλεγεν εἰς τὴν στερεὰν πέτραν ἐξ ἧς ἐλατομήθητε. οὐκοῦν ὄρος μὲν ἡ δαβιτικὴ φυλή, λίθος δὲ ὁ χριστὸς κατὰ τὸ ἀνθρώπινον, οὐ κατὰ τὸν τῆς φύσεως νόμον τμηθείς, οὗτος δὲ πάλαι σμικρὸς φαινόμενος, δι ̓ἣν περιέκειτο φύσιν, ἀθρόον ἐδείχθη ὄρος μέγιστον πᾶσαν πληρώσας τὴν οἰκουμένην. ἐπληρώθη γὰρ ἡ σύμπασα ἡ γῆ τοῦ γνῶναι τὸν κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας . οὗτος πατάξει τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροὺς καὶ ὀστρακίνους, τουτέστι, καὶ τὴν ἐσχάτην καταπαύσει βασιλείαν, φροῦδόν τε καὶ ἀφανῆ ποιήσει. οὐ γὰρ ἑτέρα ταύτην διαδέξεται βασιλεία ἀλλὰ τὴν οἰκείαν γυμνώσει καὶ πᾶσι ταύτην ὑποδείξει. ἐκείνων δὲ τῶν βασιλειῶν ἁπασῶν καὶ αὐτὴν ἀφανῖει τὴν μνήμην· κονιορτοῦ δίκην ἐξ ἅλωνος μὲν τικτομένου, ὑπὸ δὲ πνεύματος σκεδαννυμένου. οὕτω τὸ ἐνύπνιον ἅπαν εἰρηκὼς τῷ βασιλεῖ, ἐπήγαγε·