Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 37
Not analysed yet
τοῦτό ἐστι τὸ ἐνύπνιον, καὶ τὴν σύγκρησιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βασιλέως. σὺ βασιλεῦ βασιλέων . οὐ κολακεύων δὲ τοῦτο εἴρηκεν, ἀλλὰ τῇ συνήθει προσηγορίᾳ χρησάμενος. κατὰ γὰρ πάντων τῶν τότε ἐθναρχούντων, βασιλέων ὀνομαζομένων εἶχε τὸ κράτος.