Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 42
Not analysed yet
ἀπὸ γὰρ τῆς ῥίζης, φησί, τοῦ σιδήρου ἔσται ἐν αὐτῇ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ τῷ πηλίνῳ. καὶ οἱ δάκτυλοι τῶν ποδῶν, μέρος μέν τι σιδήρου, μέρος δέ τι ὀστράκου . τοῦτο δὲ οὐδὲ τῆς ἡμετέρας ἑρμηνείας προσδεῖται· αὐτὸς γὰρ ὁ προφήτης ἑρμηνεύων, φησί· μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρόν, καὶ ἀπ ̓ αὐτῆς ἔσται συντριβόμενον. τούτοις ἐπάγει·