Ancient Greek · ~15 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 45.1
Not analysed yet
ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἐτέρῳ οὐχ ὑπολειφθήσεται. λεπτυνεῖ δὲ καὶ λικμήσει πάσας τὰς βασιλείας καὶ αὐτὴ στήσεται εἰς τοὺς αἰῶνας. ὃν τρόπον εἶδες, ὅτι ἐτμήθη ἀπὸ ὄρους λίθος ἄνευ χειρῶν, καὶ ἐλέπτυνε τὸ ὄστρακον καὶ τὸν σίδηρον, τὸν χαλκὸν, τὸν ἄργυρον, τὸν χρυσόν . ταῦτα δὲ ἄντικρυς δείκνυσι τῶν μὲν παρόντων πραγμάτων τὸ τέλος, τῆς δὲ τῶν οὐρανῶν βασιλείας τὸ ἀτελεύτητον. τῆς γὰρ σιδηρᾶς βασιλείας ἀσθενέστερον διατεθείσης καὶ τοῦ ὀστράκου τὴν ἐπιμιξίαν λαβούσης, φανήσεται μὲν ὁ λίθος, ὁ τμηθεὶς ἄνευ χειρῶν καὶ λεπτυνεῖ τὸ ὄστρακον, τὸν σίδηρον, τὸν χαλκόν, τὸν ἄργυρον, τὸν χρυσόν. καὶ φροῦδα ποιήσει παντελῶς καὶ ἀδιάδοχον καὶ αἰώνιον καὶ ἀπέραντον βασιλείαν τοῖς ἀξίοις παρέξει. εἰς γὰρ τοὺς αἰῶνας φησὶν οὐ διαφθαρήσεται καὶ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται καὶ λεπτυνεῖ, καὶ δαμάσει πάσας τὰς βασιλείας, καὶ αὐτὴ στήσεται εἰς τοὺς αἰῶνας . εἰ δέ τις ζυγομαχεῖ καὶ ταῦθ’ οὕτως ἔχειν οὐ βούλεται, δειξάτω τί τῶν ἀνθρωπίνων αἰώνιον, ποία δὲ τῶν ἀνθρώπων βασιλεία τέλος οὐ λήψεται. εὔηθες γὰρ καὶ λίαν ἀνόητον, συντέλειαν μὲν ἀναμένειν τοῦ παρόντος αἰῶνος, βασιλείαν δέ τινα λέγειν κατὰ τὸν παρόντα βίον ἀτελεύτητον ἔσεσθαι. εἰ δὲ καὶ αὐτοῖς συνδοκεῖ διὰ τούτων τῶν λόγων τὴν δοθησομένην ὑπὸ τοῦ θεοῦ βασιλείαν τοῖς ἀξίοις σημαίνεσθαι, οὐκ ἄρα τὴν μακεδονικὴν βασιλείαν ὠνόμασε σίδηρον. οὐδὲ γὰρ ἐκείνης κρατούσης ὁ παρὼν βίος ἐδέξατο τέλος, ἀλλ ̓ ἡ ῥωμαικὴ τὴν μακεδονικὴν καταλύσασα κατέχει τῆς οἰκουμένης τοὺς οἴακας. εἰ δέ φασι τὴν προτέραν τοῦ κυρίου παρουσίαν διὰ τούτων τῶν λόγων σημαίνεσθαι, δειξάτωσαν καταλυθεῖσαν τὴν τῶν ῥωμαίων ἡγεμονίαν εὐθὺς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν. πᾶν γὰρ τοὐναντίον ἔστιν εὑρεῖν, κρατυνθεῖσαν αὐτὴν ἀλλ ̓ οὐ καταλυθεῖσαν ἅμα τῇ τοῦ σωτῆρος γεννήσει. αὐγούστου γὰρ βασιλεύοντος, ὁ δεσποτικὸς ἐγένετο τόκος. ὃς δεύτερος μὲν ἐβασίλευσε πάντας δὲ, ὡςἔπος εἰπεῖν, ἀνθρώπους ὑπηκόους ἐποιήσατο, ἀπεγράψατο τότε πᾶσαν τὴν οἰκουμένην κατὰ τὴν τῶν εὐαγγελίων φωνήν, καὶ δασμὸν φέρειν ἐνομοθέτησεν. ὑπ ̓ ἐκείνου δὲ ἡ ῥωμαίων κρατυνθεῖσα βασιλεία μέχρι καὶ νῦν διήρκεσεν. οὐκοῦν εἰ ἡ προτέρα γέννησις τοῦ κυρίου τὴν ῥωμαίων ἡγεμονίαν οὐ κατέλυσε, λείπεται τοίνυν αὐτοῦ τὴν δευτέραν νοεῖν ἐπιφάνειαν. ὁ γὰρ ἤδη πρότερον τμηθεὶς λίθος ἄνευ χειρῶν καὶ γενόμενος εἰς ὄρος μέγα καὶ τὴν οἰκουμένην καλύψας, οὗτος ἐν τῇ δευτέρᾳ παρουσίᾳ πατάξει τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς ὀστρακίνους, τουτέστιν ἐν αὐτῷ τῷ τέλει τῆς σιδηρᾶς φανήσεται βασιλείας, ἀσθενοῦς ἤδη γεγενημένης. καὶ πάσας μὲν καταλύσει τὰς ἠγεμονίας, καὶ λήθῃ τινὶ παραδώσει, τὴν δὲ αἰωνίαν αὑτοῦ βασιλείαν τοῖς ἀξίοις παρέξει. ταῦθ ̓ οὕτως ἑρμηνεύσας ὁ δανιὴλ ἀναγκαίως ἐπήγαγεν· ὁ θεὸς ὁ μέγας ἐγνώρισε τῷ βασιλεῖ, ἃ δεῖ γενέσθαι μετὰ ταῦτα καὶ ἀληθινὸν τὸ ἐνύπνιον καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ . ἄξιον δὲ θαυμάσαι τὴν τοῦ θεοῦ τῶν ὅλων περὶ πάντας ἀνθρώπους κηδεμονίαν. οὐδὲ γὰρ τοὺς δυσσεβείᾳ συζῶντας τῆς οἰκείας προμηθείας γυμνοῖ, ἀλλὰ καὶ τούτους πάσης ἐπιμελείας ἀξιοῖ, ὥσπερ ἀμέλει τοῦτον τὸν βάρβαρον καὶ θηριώδη, καὶ δυσσεβῆ οὐ καταλέλοιπεν ἀτημέλητον, ἀλλὰ πρῶτον μὲν διὰ τῶν ἀποκαλύψεων τῆς εὐκληρίας τοῦ παρόντος βίου δείκνυσιν αὐτῷ τὸ ἐπίκηρον, καὶ τῆς βασιλείας αὐτῆς τὸ ὀξύῤῥοπον, καὶ ὅτι οὐδὲν μόνιμον τῆς ἀνθρωπίνης εὐημερίας, ἀλλὰ δίκην ἀνθῶν ἤ κρίνων μαραίνεται τε καὶ σβέννυται. καὶ ἱκανὰ δὲ ταῦτα ἦν τὴν ἀλαζονικὴν αὐτοῦ τετυφωμένην ὀφρὺν καταλῦσαι, καὶ πεῖσαι φρονεῖν ἀνθρώπινα, καὶ ἀναμένειν καὶ τῆς ζωῆς καὶ τῆς βασιλείας τὸ τέλος. πρῶτον μὲν οὖν διὰ τούτων αὐτοῦ ποιεῖται τὴν ἐπιμέλειαν. ἔπειτα τῇ λήθῃ τοῦ ἐνυπνίου ἐλέγχει τὴν τῶν μάγων καὶ χαλδαίων ψευδολογίαν. δείκνυσι δὲ τὴν τῶν οἰκείων θεραπόντων ἀλήθειαν καὶ διὰ τῆς τῶν θεραπόντων σοφίας τὴν θείαν αὐτοῦ δύναμιν παραδηλοῖ. καὶ εἰς προσκύνησιν ἕλκει τὴν ἑαυτοῦ τοὺς ἀγνοοῦντας . μᾶλλον δὲ τοὺς τὴν παρὰ πάντων ἀπαιτοῦντας προσκύνησιν τοὺς ἁγίους αὐτοῦ θεράποντας προσκυνεῖν ἀναγκάζει. καὶτοῦτο ἡμᾶς ἡ ἱστορία διδάσκει.