Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 44
Not analysed yet
καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων . τουτέστι τοῦ ὀστράκου καὶ τοῦ σιδήρου τὴν ἐπιμιξίαν ἐχόντων καὶ τὴν μετ’ ἀλλήλων συγγένειαν ἀσπασαμένων, ὁμόνοιαν δὲ μηδὲ ἐκ τῆς συγγενείας ἐσχηκότων.