Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 47
Not analysed yet
ἐπ ̓ ἀληθείας ὁ Θεὸς ὑμῶν οὗτός ἐστι θεὸς θεῶν καὶ κύριος τῶν βασιλέων καὶ ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυνήθης ἀπὸκαλύψαι τὸ μυστήριον τοῦτο . τοσαύτη ἐκ τε τοῦ ἐνυπνίου καὶ τῆς τοῦ ἐνυπνίου λήθης ὠφέλειαν αὐτῷ τῶν ὅλων ὁ πρύτανις προσενήνοχε. πρῶτον μὲν γὰρ ἔγνω τὴν οἰκείαν εὐτέλειαν, ἔπειτα μεμάθηκε τῶν ὑπ ̓ αὐτοῦ προσκυνουμένων θεῶν τὴν ἀσθένειαν, πρὸς τούτοις ἐδιδάχθη τοῦ ὄντως θεοῦ τὴν ἐνέργειαν, oὖ χάριν βοᾷ· ἐπ ̓ ἀληθείας ὁ θεὸς ὑμῶν οὗτός ἐστι θεὸς τῶν θεῶν καὶ κύριος τῶν βασιλέων καὶ ἀποκαλύπτων μυστήρια . Θεὸν δὲ θεῶν προσαγορεύει οὐ κατὰ τὴν διάνοιαν τῆς θείας γραφῆς· ἡ μὲν γὰρ θεία γραφὴ τοὺς ἱερωσύνης ἠξιωμένους ὀνομάζει θεούς· θεοὺς γάρ φησιν οὐ κακολογήσεις καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς . οὗτος δὲ θεοὺς τὰ εἴδωλα προσηγόρευσεν. οὐδέπω γὰρ ἠδυνήθη τὸ παντελῶς αὐτῶν ἀσθενὲς συνιδεῖν· μεμάθηκε δὲ ὅμως τὸ διάφορον, διὸ καὶ Θεὸν τῶν θεῶν τὸν τῶν ὅλων προσαγορεύει θεὸν, καὶ κύριον τῶν βασιλέων. ταῦθ ̓ οὕτως ὀμολογήσας·