Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 50
Not analysed yet
ἐποίησε γάρ φησί ,τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ, καὶ οὐκ ἐλύπησεν αὐτούς οὐδὲ παρηνώχλησεν αὐτοῖς . ἀλλὰ μηδεὶς ταῦτα ἀφορῶν σμικρυνέτω τοὺς τῶν ἁγίων ἀγῶνας τῶν δὲ ἱερῶν ἐκείνων ἀναμιμνησκέσθω λόγων. ἔστιν ὁ Θεὸς ἐν οὐρανοῖς ῷ ἡμεῖς λατρεύομεν δυνατος ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς γνωστὸν ἔστω σοι βασιλεῦ ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν. ὥστε οἱ ἅγιοι παῖδες ἐκεῖνοι τῆς φλογὸς ἐκείνης κατεφρόνησαν, οὐ τοῦτο τὸ τέλοςὁρῶντες, ἀλλὰ θάνατον προσδεχόμενοι. ὁ δὲ ἀγωνοθέτης ἐβράβευσεν, ὡς ἠθέλησε, καὶτούς τε ἀλιτηρίους ἐκείνους κατῄσχυνε καὶ τούτους ἀοιδίμους ἀπέφηνε. ταύτης τοίνυν τῆς σωτηρίας ἀπολαύσαντες οἱ μακάριοι καὶ τρισμακάριοι παῖδες, καὶ πολλάκις τοῦτο, οὐκ ἔτι ἑνὶ τὸν Θεὸν ὑμνεῖν παρεχώρησαν ἀλλ ̓,