Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 6-8
Not analysed yet
καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ ἐνδεδυμένος βαδδὴμ, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ ὠφάζ, καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσεῖς. βαδιεὶμ δὲ τῇ ἑλλάδι φωνῇ τὰ βύσσινα σημαίνεται. λέγει τοίνυν τὸ μὲν ἔνδυμα τοῦ ὀφθέντος βύσσινον τεθεᾶσθαι, τὴν δὲ ζώνην ἐκ χρυσίου φάζ, τουτέστι χρυσίου λαμπροτάτου καὶ καθαρωτάτου. τὸ δὲ σῶμα αὐτοῦ ὡσεὶ θαρσεῖς· ἀντὶ τοῦ ἐῴκει τῷ δοκιμωτάτῳ χρυσίῳ ἐκ θαρσεῖς προσφερομένω· καὶ γὰρ τῷ σολομῶντι ἐκεῖθεν τὸ ἄπεφθον ἐκομίζετο χρυσίον. καὶ τὸ πρόσωπον δὲ αὐτοῦ ὡς εἶδος ἀστραπῆς. αἴγλη φησὶ φωτοειδὴς ἐκ τοῦ προσώπου ἐφέρετο. καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρὸς καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου. εἶχε δέ φησι καὶ τοὺς ὀφθαλμοὺς πῦρ ἀφιέντας τοὺς δὲ βραχίονας τῷ καλλίστῳ χαλκῷ ἐοικότας· ἔδοξας δὲ πλήθους πολλοῦ ἀκούειν ἐκείνου διαλεγομένου ἀκούων.