Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 92
Not analysed yet
καὶ λέγει τοῖς μεγιστᾶσιν αὐτοῦ· οὐχὶ ἄνδρας τρεῖς ἐβάλομεν εἰς μέσον τοῦ πυρὸς πεπεδημένους; καὶ ἰδοὺ ἐγὼ θεωρῶ ἄνδρας τέσσαρας λελυμένους καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρός, καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ. ὢ τῆς ἀῤῥήτου μακροθυμίας. εἰκότως ἐβόων οἱ ἅγιοι παῖδες· ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ, καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων. ἰδοὺ γὰρ καὶ τοῦτον ὠμότητι τοσαύτῃ καὶ τύφῳ χρησάμενον, καὶ τὸ θεῖον σέβας ἀρπάσαι φιλονικήσαντα καὶ τοὺς θείους θεράποντας ὠμῶς καὶ θηριωδῶς κολάσαι πειραθέντα, πρὸς τὴν εὐσέβειαν ποδηγεῖ, καὶ τὴν οἰκείαν αὐτῷ θαυματουργίαν ὑποδείκνυσι, καὶ τὸν ἀποσταλέντα εἰς ἐπικουρίαν τῶν ἁγίων ἄγγελον δῆλον αὐτῷ ποιεῖ. καὶ ἐκπλήττει μὲν αὐτὸν πρῶτον τῷ ἀριθμῷ ἀντὶ τριῶν τέσσαρας ὑποδείξας· ἔπειτα τῇ λύσει τῶν δεσμῶν λελυμένους γὰρ ἀντὶ δεδεμένων ἑώρα· ἔπειτα τῇ σωτηρίᾳ· διαφθορὰ γάρ, φησίν οὐκ ἔστιν ἐν αὐτοῖς. ὅθεν ἐκπλαγεὶς καὶ καταλύσας τὸν τῦφον, προσέρχεται·